[ ]
Italia — Roma — mid 2nd-early 3rd c. AD — IG XIV 1424 — GVI 1283
1 | ἀνέρες, οἳ πάρος Αὐσονίων |
πέδον εἵκετε, ξεῖνοι, / | |
βαιὸν ἐπὶ τραφερῇ χθονὶ δερ- | |
κόμενοι τόδε δῶμα / | |
5 | ἀνδρὸς ὀπιζομένου Ζηνὸς |
νόον αἰγιόχοιο, / | |
ὅς ποτ’ ἔδειξε βροτῶν πολυ- | |
πλάνκτοισιν πραπίδεσσιν / | |
ψυχὴν ἀθανάτην κἀγήραον | |
10 | ἐκ Διὸς αἴσης, / |
μάρτυρα Φοῖβον ἀμύμ<ο>σιν | |
ἐν σελίδεσσι χαράξας. / | |
οὐδ’ ἄρα θνητὸς ἔην, ὑπ’ ἀνάγ- | |
κης δ’ ὑψιμέδοντος / | |
15 | τύμβῳ εἰναλέῳ πεπεδημέ- |
νος ἤνυσεν οἶμον· / | |
ἐκ ῥεθέων δ’ ἅμα στείχων σε- | |
μνὸν ἔβη Διὸς οἶκον, / | |
Λητο∙ί∙δῃ καὶ Μούσαις βωμὸν | |
20 | ὑπ’ ἠέρι τεύξας· / |
εἰητὴρ δ’ ἅμ’ Ἀσκληπιάδης μα- | |
κάρων τρίβον ᾔει / | |
χρημοσύνην δ’ ἔλιπεν πολυκή- | |
ριον ἐν νεκύεσσιν. |