[ ] Italia — Roma — undated — IG XIV 1409 — GVI 1333
1 ἑστὼς διστάζεις, [τίς]
ὕπεστιν τῷδ’ ὑπὸ τύμ-
βῳ· / ἀνὴρ εὖ ζήσας τρῖς
ἐτέων δεκάδας, / τοὔ-
5 νομ’ Ἀπολλοφάνης,
πίστει μέγας ἠδ’ ἔτι δό-
ξῃ, / ὃς προλέγει θνατοῖς
εὐφροσύνης μετέχειν. /
τὴν δ’ ἐπιτυμβίδιον
10 τούτῳ θῆκεν χάριν ὃν
τρέφε παῖδα· / τοὔνο-
μα καὶ τέχνην ἦν Διό-
  δωρος ὅδε.
Search Help
Contact Us