[ ] Italia — Roma — 161 AD — IG XIV 1389 — cf. SEG 29.999
See also:
stele A.1                Μαρκέλλου.
δεῦρ’ ἴτε Θυβριάδες νηὸν ποτὶ τόνδε γυναῖκες
Ῥηγίλλης ἕδος ἀμφὶ θυοσκόα ἱρὰ φέρουσαι.
ἣ δὲ πολυκτεάνων μὲν ἔην ἐξ Αἰνεαδάων,
Ἀγχίσεω κλυτὸν αἷμα καὶ Ἰδαίης Ἀφροδίτης,
5 γήματο δ’ ἐς Μαραθῶνα· θεαὶ δέ μιν οὐρανιῶναι
τίουσιν, Δηώ τε νέη Δηώ τε παλαιή.
τῇσί περ ἱερὸν εἶδος ἐυζώνοιο γυναικὸς
ἀγκεῖται· αὐτὴ δὲ μεθ’ ἡρῴνησι νένασται
ἐν μακάρων νήσοισιν, ἵνα Κρόνος ἐνβασιλεύει.
10 τοῦτο γὰρ ἀντ’ ἀγαθοῖο νόου εἴληχεν ἄποινον,
ὥς οἱ Ζεὺς ᾤκτειρεν ὀδυρόμενον παρακοίτην
γήραι ἐν ἀζαλέωι χήρηι περικείμενον εὐνῆι,
οὕνεκά οἱ παῖδας μὲν ἀμύμονος ἐκ μεγάροιο
ἅρπυιαι Κλωθῶες ἀνηρείψαντο μέλαιναι
15 ἡμισέας πλεόνων· δοιὼ δ’ ἔτι παῖδε λιπέσθην
νηπιαχώ, ἀγνῶτε κακῶν, ἔτι πάμπαν ἀπύστω,
οἵην σφι νηλὴς κατὰ μητέρα πότμος ἔμαρψε
πρίν περ γηραιῆισι 〚ΝΕΠΙ〛 μιγήμεναι ἠλακάτῃσι.
τῶι δὲ Ζεὺς ἐπίηρον ὀδυρομένωι ἀκόρητον
20 καὶ βασιλεὺς Διὶ πατρὶ φυὴν καὶ μῆτιν ἐοικώς,
Ζεὺς μὲν ἐς ὠκεανὸν θαλερὴν ἔστειλε γυναῖκ[α]
αὔρῃσι Ζεφύροιο κομίζεμεν ἠλυσίῃσιν.
αὐτὰρ ὃ ἀστερόεντα περὶ σφυρὰ παιδὶ πέδιλα
δῶκεν ἔχειν, τὰ λέγουσι καὶ Ἑρμαῶνα φορῆναι,
25 ἦμος ὅτ’ Αἰνείαν πολέμου ἐξῆγεν Ἀχαιῶν
νύκτα διὰ δνοφερήν· ὁ δέ οἱ περὶ ποσσὶ σαωτὴρ
παμφανόων ἐνέκειτο σελ[ηναίη]ς κύκλο[ς εὐ]ρ[ύς]·
τὸν δὲ καὶ Αἰνεάδαι πο[τ’] ἐνερράψαντο πεδίλῳ
[ἔμμεναι] Αὐσ̣ο̣ν̣[ίοις ε]ὐ̣ηγενέεσσι γέραα.
30 οὔ μιν ὀνόσσηται καὶ Κεκροπίδην περ ἐόντα
Τυρσηνῶν ἀρχαῖον ἐπισφύριον γέρας ἀνδρῶν
Ἕρσης ἐκγεγαῶτα καὶ Ἑρμέω, εἰ ἐτεὸν δὴ
Κῆρυx {²⁶Κῆρυξ}²⁶ Ἡρώδεω πρόγονος Θησηιάδαο.
τοὔνεκα τειμήεις καὶ ἐπώνυμος, ἦ μὲν ἄνασσα[ν]
35 ἐς βουλὴν ἀγέρεσθαι, ἵνα πρωτόθρονες ἕδραι,
Ἑλλάδι δ’ οὔτε γένος βασιλεύτερος οὔτε τι φωνὴν
Ἡρώδεω, γλῶσσάν δέ τέ μιν καλέουσιν Ἀθηνέων.
ἣ δὲ καὶ αὐτή περ καλλίσφυρος Αἰνειώνη
καὶ Γανυμηδείη καὶ Δαρδάνιον γένος ἤην
40 Τρωὸς Ἐριχθονίδαο· σύ δ’, ἰ φίλον, ἱερὰ ῥέξαι
καὶ θῦσαι· θυέων ἀτὰρ οὐκ ἀέκοντος ἀνάγκη,
ε<ὖ> δέ τοι εὐσεβέεσσι καὶ ἡρώων ἀλεγίζειν.
οὐ μὲγ γὰρ θνητή, ἀτὰρ οὐδὲ θέαινα τέτυκται·
τοὔνεκεν οὔτε νεὼν ἱερὸν λάχεν οὔτε τι τύμβον.
45 οὐδὲ γέρα θνητοῖς, ἀτὰρ οὐδὲ θεοῖσιν ὅμοια.
σῆμα μέν οἱ νηῶι ἴκελον δήμωι ἐν Ἀθήνης,
ψυχὴ δὲ σκῆπτρον Ῥαδαμάνθυος ἀμφιπολεύει.
τοῦτο δὲ Φαυστείνηι κεχαρισμένον ἧσται ἄγαλμα̣
δήμωι ἐνὶ Τριόπεω, ἵνα οἱ πάρος εὐρέες ἀγροὶ
50 καὶ χορὸς ἡμερίδων καὶ ἐλαιήεντες ἄρουραι.
οὔ μ<ι>ν ἀτιμήσειε θεή, βασίλεια γυναικῶν,
ἀμφίπολον γεράων ἔμεναι καὶ ὀπάονα νύμφην,
οὐδὲ γὰρ Ἰφιγένειαν ἐύθρονος Ἰοχέαιρα
οὐδ’ Ἕρσην γοργῶπις ἀπητίμησεν Ἀθήνη,
55 οὐδέ μιν ἡρῴνηισι παλαιῇσιν μεδέουσα
Καίσαρος ἰφθίμοιο παρόψεται ὄμπνια μήτηρ
ἐς χορὸν ἐρχομένην προτεράων ἡμιθεάων.
ἣ λάχεν ἠλυσίῃσι χοροστασίῃσιν ἀνάσσειν
αὐτήι τ’ Ἀλκμ<ή>νη τε μάκαιρά τε Καδμειώνη.
stele B.60 πότνι’ Ἀθηνάων ἐπιήρανε Τριτογένεια
ἥ τ’ ἐπὶ ἔργα βροτῶν ὁρά̣αις Ῥαμνούσιας Οὖπι
γείτονες ἀγχίθυροι Ῥώμης ἑκατοντοπύλοιο,
πείονα δὴ καὶ τόνδε, θεά, τειμήσατε χῶρον,
δῆμον Δηῳοῖο φιλόξεινον Τριόπαο.
65 τόφρα κε καὶ Τριόπειαι ἐν ἀθανάτοις ἀλέγησθον̣.
ὡς ὅτε καὶ Ῥαμνοῦντα καὶ εὐρυχόρους ἐς Ἀθήνας
ἤλθετε δώματα πατρὸς ἐριγδούποιο λιποῦσαι.
ὣς τήνδε ῥώεσθε πολυστάφυλον κατ’ ἀλωὴν
λήιά τε σταχύων καὶ δένδρεα βοτρυόεντα
70 λειμώνων τε κόμας ἁπαλοτρεφέων ἐφέπουσαι.
ὔμμι γὰρ Ἡρῴδης ἱερὴν ἀνὰ γαῖαν ἕηκε
τὴν ὅσσην περὶ τεῖχος ἐύτροχον ἐστεφάνωται,
ἀνδράσιν ὀψιγόνοισιν ἀκινήτην καὶ ἄσυλον
ἔμμεναι. ἣ δ’ ἐπί οἱ ἐξ ἀθανάτοιο καρήνου
75 σμερδαλέον σίσασα λόφον κατένευσεν Ἀθήνη.
μή τωι νηποινὸν βῶλον μίαν ἢ ἕνα λᾶαν
ὀχλίσσαι, ἐπεὶ οὐ μοιρέων ἀτρεῖ<ε>ς ἀνάγκαι,
ὅς κε θεῶν ἑδέ<ε>σσιν ἀλιτροσύνην ἀναθήῃ.
κλῦτε περικτίονες καὶ γείτονες ἀγροιῶται.
80 ἱερὸς οὗτος ὁ χῶρος, ἀκίνητοι δὲ θέαιναι
καὶ πολυτίμητοι καὶ ὑποσχεῖν οὖας ἕτοιμαι·
μηδέ τις ἡμερίδων ὄρχους ἢ ἐ<π>’ ἄλσεα δενδρέων
ἢ ποίην χιλῶι εὐαλδέι χλῶρα θέουσαν
δμωὴν κυανέου Ἄιδος pήξιε {²⁶πήξειε}²⁶ μάκελλαν
85 σῆμα νέον τεύχων ἠὲ πρότερον κεραίζων.
οὐ θέμις ἀμφὶ νέκυσσι βαλεῖν ἱρόχθονα βῶλ<ον>,
πλὴν ὅ κεν αἵματος ἦισι καὶ ἐκ γένος ἑσσαμένο<ιο>.
κείνοις δ’ οὐκ ἀθέμιστον, ἐπεὶ τιμάορος ἑστώρ.
καὶ γὰρ Ἀθηναίη περ Ἐριχθόνιον βασιλῆα
90 νηῶι ἐνκατέθηκε συνέστιον ἔμμεναι ἱρῶν.
εἰ δέ τωι ἄκλυτα ταῦτα καὶ οὐκ ἐπιπείσεται αὐτοῖ<ς>,
ἀλλ’ ἀποτιμήσ<ο>ι, μή οἱ νήτιτα γένηται.
ἀλλά μιν ἀπρόφατος Νέμεσις καὶ ῥόμβος ἀλάστω<ρ>
τίσονται, στυγερὴν δὲ κυλινδήσει κακότητα̣·
95 οὐδὲ γὰρ ἴφθιμον Τριόπεω μένος Αἰολίδαο
ὤναθ’, ὅτε νειὸν Δημήτερος ἐξαλάπαξεν.
τῶι ἤτοι ποινὴν καὶ ἐπωνυμίην ἀλέ̣ασθα<ι>
χώρου, μή τοι ἕπηται ἔπι Τρ<ι>όπειος Ἐρινύς.
Search Help