stele A.1 | Μαρκέλλου. |
δεῦρ’ ἴτε Θυβριάδες νηὸν ποτὶ τόνδε γυναῖκες | |
Ῥηγίλλης ἕδος ἀμφὶ θυοσκόα ἱρὰ φέρουσαι. | |
ἣ δὲ πολυκτεάνων μὲν ἔην ἐξ Αἰνεαδάων, | |
Ἀγχίσεω κλυτὸν αἷμα καὶ Ἰδαίης Ἀφροδίτης, | |
5 | γήματο δ’ ἐς Μαραθῶνα· θεαὶ δέ μιν οὐρανιῶναι |
τίουσιν, Δηώ τε νέη Δηώ τε παλαιή. | |
τῇσί περ ἱερὸν εἶδος ἐυζώνοιο γυναικὸς | |
ἀγκεῖται· αὐτὴ δὲ μεθ’ ἡρῴνησι νένασται | |
ἐν μακάρων νήσοισιν, ἵνα Κρόνος ἐνβασιλεύει. | |
10 | τοῦτο γὰρ ἀντ’ ἀγαθοῖο νόου εἴληχεν ἄποινον, |
ὥς οἱ Ζεὺς ᾤκτειρεν ὀδυρόμενον παρακοίτην | |
γήραι ἐν ἀζαλέωι χήρηι περικείμενον εὐνῆι, | |
οὕνεκά οἱ παῖδας μὲν ἀμύμονος ἐκ μεγάροιο | |
ἅρπυιαι Κλωθῶες ἀνηρείψαντο μέλαιναι | |
15 | ἡμισέας πλεόνων· δοιὼ δ’ ἔτι παῖδε λιπέσθην |
νηπιαχώ, ἀγνῶτε κακῶν, ἔτι πάμπαν ἀπύστω, | |
οἵην σφι νηλὴς κατὰ μητέρα πότμος ἔμαρψε | |
πρίν περ γηραιῆισι 〚ΝΕΠΙ〛 μιγήμεναι ἠλακάτῃσι. | |
τῶι δὲ Ζεὺς ἐπίηρον ὀδυρομένωι ἀκόρητον | |
20 | καὶ βασιλεὺς Διὶ πατρὶ φυὴν καὶ μῆτιν ἐοικώς, |
Ζεὺς μὲν ἐς ὠκεανὸν θαλερὴν ἔστειλε γυναῖκ[α] | |
αὔρῃσι Ζεφύροιο κομίζεμεν ἠλυσίῃσιν. | |
αὐτὰρ ὃ ἀστερόεντα περὶ σφυρὰ παιδὶ πέδιλα | |
δῶκεν ἔχειν, τὰ λέγουσι καὶ Ἑρμαῶνα φορῆναι, | |
25 | ἦμος ὅτ’ Αἰνείαν πολέμου ἐξῆγεν Ἀχαιῶν |
νύκτα διὰ δνοφερήν· ὁ δέ οἱ περὶ ποσσὶ σαωτὴρ | |
παμφανόων ἐνέκειτο σελ[ηναίη]ς κύκλο[ς εὐ]ρ[ύς]· | |
τὸν δὲ καὶ Αἰνεάδαι πο[τ’] ἐνερράψαντο πεδίλῳ | |
[ἔμμεναι] Αὐσ̣ο̣ν̣[ίοις ε]ὐ̣ηγενέεσσι γέραα. | |
30 | οὔ μιν ὀνόσσηται καὶ Κεκροπίδην περ ἐόντα |
Τυρσηνῶν ἀρχαῖον ἐπισφύριον γέρας ἀνδρῶν | |
Ἕρσης ἐκγεγαῶτα καὶ Ἑρμέω, εἰ ἐτεὸν δὴ | |
Κῆρυx {²⁶Κῆρυξ}²⁶ Ἡρώδεω πρόγονος Θησηιάδαο. | |
τοὔνεκα τειμήεις καὶ ἐπώνυμος, ἦ μὲν ἄνασσα[ν] | |
35 | ἐς βουλὴν ἀγέρεσθαι, ἵνα πρωτόθρονες ἕδραι, |
Ἑλλάδι δ’ οὔτε γένος βασιλεύτερος οὔτε τι φωνὴν | |
Ἡρώδεω, γλῶσσάν δέ τέ μιν καλέουσιν Ἀθηνέων. | |
ἣ δὲ καὶ αὐτή περ καλλίσφυρος Αἰνειώνη | |
καὶ Γανυμηδείη καὶ Δαρδάνιον γένος ἤην | |
40 | Τρωὸς Ἐριχθονίδαο· σύ δ’, ἰ φίλον, ἱερὰ ῥέξαι |
καὶ θῦσαι· θυέων ἀτὰρ οὐκ ἀέκοντος ἀνάγκη, | |
ε<ὖ> δέ τοι εὐσεβέεσσι καὶ ἡρώων ἀλεγίζειν. | |
οὐ μὲγ γὰρ θνητή, ἀτὰρ οὐδὲ θέαινα τέτυκται· | |
τοὔνεκεν οὔτε νεὼν ἱερὸν λάχεν οὔτε τι τύμβον. | |
45 | οὐδὲ γέρα θνητοῖς, ἀτὰρ οὐδὲ θεοῖσιν ὅμοια. |
σῆμα μέν οἱ νηῶι ἴκελον δήμωι ἐν Ἀθήνης, | |
ψυχὴ δὲ σκῆπτρον Ῥαδαμάνθυος ἀμφιπολεύει. | |
τοῦτο δὲ Φαυστείνηι κεχαρισμένον ἧσται ἄγαλμα̣ | |
δήμωι ἐνὶ Τριόπεω, ἵνα οἱ πάρος εὐρέες ἀγροὶ | |
50 | καὶ χορὸς ἡμερίδων καὶ ἐλαιήεντες ἄρουραι. |
οὔ μ<ι>ν ἀτιμήσειε θεή, βασίλεια γυναικῶν, | |
ἀμφίπολον γεράων ἔμεναι καὶ ὀπάονα νύμφην, | |
οὐδὲ γὰρ Ἰφιγένειαν ἐύθρονος Ἰοχέαιρα | |
οὐδ’ Ἕρσην γοργῶπις ἀπητίμησεν Ἀθήνη, | |
55 | οὐδέ μιν ἡρῴνηισι παλαιῇσιν μεδέουσα |
Καίσαρος ἰφθίμοιο παρόψεται ὄμπνια μήτηρ | |
ἐς χορὸν ἐρχομένην προτεράων ἡμιθεάων. | |
ἣ λάχεν ἠλυσίῃσι χοροστασίῃσιν ἀνάσσειν | |
αὐτήι τ’ Ἀλκμ<ή>νη τε μάκαιρά τε Καδμειώνη. | |
stele B.60 | πότνι’ Ἀθηνάων ἐπιήρανε Τριτογένεια |
ἥ τ’ ἐπὶ ἔργα βροτῶν ὁρά̣αις Ῥαμνούσιας Οὖπι | |
γείτονες ἀγχίθυροι Ῥώμης ἑκατοντοπύλοιο, | |
πείονα δὴ καὶ τόνδε, θεά, τειμήσατε χῶρον, | |
δῆμον Δηῳοῖο φιλόξεινον Τριόπαο. | |
65 | τόφρα κε καὶ Τριόπειαι ἐν ἀθανάτοις ἀλέγησθον̣. |
ὡς ὅτε καὶ Ῥαμνοῦντα καὶ εὐρυχόρους ἐς Ἀθήνας | |
ἤλθετε δώματα πατρὸς ἐριγδούποιο λιποῦσαι. | |
ὣς τήνδε ῥώεσθε πολυστάφυλον κατ’ ἀλωὴν | |
λήιά τε σταχύων καὶ δένδρεα βοτρυόεντα | |
70 | λειμώνων τε κόμας ἁπαλοτρεφέων ἐφέπουσαι. |
ὔμμι γὰρ Ἡρῴδης ἱερὴν ἀνὰ γαῖαν ἕηκε | |
τὴν ὅσσην περὶ τεῖχος ἐύτροχον ἐστεφάνωται, | |
ἀνδράσιν ὀψιγόνοισιν ἀκινήτην καὶ ἄσυλον | |
ἔμμεναι. ἣ δ’ ἐπί οἱ ἐξ ἀθανάτοιο καρήνου | |
75 | σμερδαλέον σίσασα λόφον κατένευσεν Ἀθήνη. |
μή τωι νηποινὸν βῶλον μίαν ἢ ἕνα λᾶαν | |
ὀχλίσσαι, ἐπεὶ οὐ μοιρέων ἀτρεῖ<ε>ς ἀνάγκαι, | |
ὅς κε θεῶν ἑδέ<ε>σσιν ἀλιτροσύνην ἀναθήῃ. | |
κλῦτε περικτίονες καὶ γείτονες ἀγροιῶται. | |
80 | ἱερὸς οὗτος ὁ χῶρος, ἀκίνητοι δὲ θέαιναι |
καὶ πολυτίμητοι καὶ ὑποσχεῖν οὖας ἕτοιμαι· | |
μηδέ τις ἡμερίδων ὄρχους ἢ ἐ<π>’ ἄλσεα δενδρέων | |
ἢ ποίην χιλῶι εὐαλδέι χλῶρα θέουσαν | |
δμωὴν κυανέου Ἄιδος pήξιε {²⁶πήξειε}²⁶ μάκελλαν | |
85 | σῆμα νέον τεύχων ἠὲ πρότερον κεραίζων. |
οὐ θέμις ἀμφὶ νέκυσσι βαλεῖν ἱρόχθονα βῶλ<ον>, | |
πλὴν ὅ κεν αἵματος ἦισι καὶ ἐκ γένος ἑσσαμένο<ιο>. | |
κείνοις δ’ οὐκ ἀθέμιστον, ἐπεὶ τιμάορος ἑστώρ. | |
καὶ γὰρ Ἀθηναίη περ Ἐριχθόνιον βασιλῆα | |
90 | νηῶι ἐνκατέθηκε συνέστιον ἔμμεναι ἱρῶν. |
εἰ δέ τωι ἄκλυτα ταῦτα καὶ οὐκ ἐπιπείσεται αὐτοῖ<ς>, | |
ἀλλ’ ἀποτιμήσ<ο>ι, μή οἱ νήτιτα γένηται. | |
ἀλλά μιν ἀπρόφατος Νέμεσις καὶ ῥόμβος ἀλάστω<ρ> | |
τίσονται, στυγερὴν δὲ κυλινδήσει κακότητα̣· | |
95 | οὐδὲ γὰρ ἴφθιμον Τριόπεω μένος Αἰολίδαο |
ὤναθ’, ὅτε νειὸν Δημήτερος ἐξαλάπαξεν. | |
τῶι ἤτοι ποινὴν καὶ ἐπωνυμίην ἀλέ̣ασθα<ι> | |
χώρου, μή τοι ἕπηται ἔπι Τρ<ι>όπειος Ἐρινύς. |
IGUR
III 1155