[ ] Italia — Roma — 4th c. AD? — IG XIV 1363 — GVI 1571
1 στέμματ’, ἀφ’ ὧν πτοίη, καὶ πρήξιες αἱ κενεαυχεῖς,
ἄλλων σήματ’ ἔχοιτε δικασπολίας τ’ ἐνέποιτε,
τηκεδόνας βιοτῆς καὶ δουλείην ἐρίτειμον,
μοῦνον δ’ ἡμέτερον βαιὴ [λίθος] οὔνομα φωνοῖ·
———
5 Ἀλέξανδρος ὅδ’ ἐστί, Βαλεντείνῃ δὲ συνεύδει
κεἰν ἐνέρων λιμένεσσι μέγ’ αἰνητῇ παρακοίτει·
τοὺς δ’ ἄμφω χαρίεν τέλος ἔλλαχεν, οὓς κτερέιξε
χερσὶ φίλαις θυγάτηρ γλυκερὴ Παυλεῖνα τοκῆας,
ἤδη οἱ θαλέοντα τόκον κατὰ δῶμα λιπόντας
10 τριττύος ἐξαίτης, οἵ μευ μελάθρων μεδέοιεν.
νηλὴς ὦ θάνατος, πολὺ δὴ μέγ̣’ ἀκαίρ[ι]ος ἥκεις·
χρῆν γὰρ ἐπ’ ὠδείνεσσιν ἔχειν χέρα καὶ τότ’ ὀλέσσαι·
νῦν δὲ μετὰ πτολέμους κρυερῶν τε λαφύγματα νούσων
λευγαλέους τε φόβους καὶ θυμοβόρους μελεδώνας
15 καὶ δίκας ἀμφιλόγους ῥεικνὸν καὶ κώδιον ἄξεις,
λυπρὴν δαῖτα Χάρωνι· νέων δ’ ἔμπης πεφίδησο.
left.1 Π-
ε-
ι-
ο-
5 ν-
ί-
ο-
υ
P-
10 i-
o-
n-
i
right.1 P-
i-
o-
n-
5 i
Π-
ε-
ι-
ο-
10 ν-
ί-
ο-
υ.
Search Help
Contact Us