[ ] Italia — Roma — undated — IG XIV 1973 — GVI 1830
  ❦ {²corona}² ❦
1 οὐκ ∙ ἔθανες, Πρώτη ∙ μετέβης ∙
δ’ ἐς ∙ ἀμίνονα ∙ χῶρον ∙ /
καὶ ∙ ναίεις ∙ μακάρων ∙ νήσους ∙
θαλίῃ ∙ ἐνὶ ∙ πολλῇ ∙ /
5 ἔνθα ∙ κατ’ Ἠλυσίων ∙ πεδίων ∙
σκιρτῶσα ∙ γέγηθας ∙ /
ἄνθεσιν ∙ ἐν ∙ μαλακοῖσι ∙ κακῶν ∙
ἔκτοσθεν ∙ ἁπάντων ∙ /
οὐ ∙ χειμὼν ∙ λυπεῖ ϡ1 σ’, οὐ ∙ καῦμα,
10 οὐ ∙ νοῦσος ∙ ἐνοχλεῖ ∙ /
οὐ ∙ πίνη σ’ ∙ οὐ ∙ δίψος ∙ ἔχει ∙ σ’ ∙
ἀλλ’ οὐδὲ ∙ ποθεινὸς ∙ /
ἀνθρώπων ∙ ἔτι ∙ σοι ∙ βίοτος ∙
ζώεις ∙ γὰρ ∙ ἀμέμπτως ∙ /
15 αὐγαῖς ∙ ἐν ∙ καθαραῖσιν ∙ Ὀλύμ-
που ∙ πλησίον ∙ ὄντως ∙ /
Π(όπλιος) ∙ Αἴλ(ιος) ∙ Ἀβάσκαντος ∙ Αἰλίᾳ
Πρώτῃ ∙ θυγατρί ∙ ἔζησεν ∙ ἔτη
ζ ∙ μῆνας ∙ ια ∙ ἡμέρας ∙ κζ
Search Help
Contact Us