[ ] Italia — Roma — 3rd c. AD — IG XIV 1315 — GVI 736
1 ἕκτον ἐπ’ εἰκοστῷ πλήσας ἔτος
   Ἄβγαρος ἔνθα /
ταρχύθη, Μοιρῶν ὡς ἐπέκλωσε μίτος· /
ᾧ φθόνος ὡς ἄδικός τις ἀπέσβεσεν
5     ἀρχόμενον φῶς, /
λυπήσας τὸ γένος καὶ φιλίους ἑτάρους· /
τύμβον δ’ Ἀντωνεῖνος ἑῷ θέτο
    τοῦτον ἀδελφῷ· /
οἷσιν ὁ πρὶν βασιλεὺς Ἄβγαρος
10      ἦν γενέτης.
Search Help
Contact Us