[ ]
Italia — Roma — 3rd c. AD — IG XIV 1315 — GVI 736
1 | ἕκτον ἐπ’ εἰκοστῷ πλήσας ἔτος |
Ἄβγαρος ἔνθα / | |
ταρχύθη, Μοιρῶν ὡς ἐπέκλωσε μίτος· / | |
ᾧ φθόνος ὡς ἄδικός τις ἀπέσβεσεν | |
5 | ἀρχόμενον φῶς, / |
λυπήσας τὸ γένος καὶ φιλίους ἑτάρους· / | |
τύμβον δ’ Ἀντωνεῖνος ἑῷ θέτο | |
τοῦτον ἀδελφῷ· / | |
οἷσιν ὁ πρὶν βασιλεὺς Ἄβγαρος | |
10 | ἦν γενέτης. |