[ ] Italia — Roma — 193-211 AD — IG XIV 2003
1          Θεοῖς Καταχτονίοις {²⁶Καταχθονίοις}²⁶
Γ(άιος) ∙ Σεπτίμιος ∙ Ἡράκλειτος ∙ ἐποίη-
σεν ἑαυτῷ ∙ καὶ ∙ Αὐφιδίᾳ ∙ Καπετωλίνῃ
συμβίῳ ∙ καὶ ∙ ἀπελευθέροις ∙ καὶ ∙ τοῖς
5 μετ’ αὐτοὺς ∙ ἐσομένοις ∙ καὶ ∙ κληρο-
νόμοις ∙ ἑαυτοῦ καὶ τοῖς ἐξ αὐτῶν
ἐσομένοις ∙ καὶ Σατορνίνῳ Ἀβα-
σκάντου ∙ Κλαυδιανῷ ∙ Σμυρναίῳ
καὶ τοῖς ἐξ αὐτοῦ ∙ ἐσομένοις ∙ καὶ
10 Λουκίῳ ∙ Κατιλίῳ ∙ Χρυσέρωτι ∙ μα-
θητῇ ∙ καὶ ∙ Μ(άρκῳ) ∙ Γαβίῳ ∙ Δίῳ ∙ καὶ ∙ τοῖς
[ἐ]ξ̣ αὐτῶν ∙ ἐσομένοις ∙ τὰ δὲ
[λοι]πά ∙ Ἡράκλειτε ∙ εὔφραινε
[σαυτ]ὸν ἀφθόνως ∙ τὸ γάρ ποτε
15 [δεῖ]ν σε θανεῖν Μοίραις
μ̣εμέληται.
Search Help
Contact Us