[ ] Italia — Roma — undated
1 [ἦλθε]ς, τέκνον γλυκύτατον, ἀθάνατον
[εἰς δῶ]μα, ἀείζων, Μάρκε Ὀρτώριε Ἐλεύθερε,
[ἐτῶν] δέκα, μηνῶν τριῶν, ἡμερῶν τριῶν.
[νῦν δ]οίη σοι ὁ Ὄσειρις τὸ ψυχρὸν ὕδωρ· οὐκ ἔ-
5 [χει σὲ] Χάρων, τέκνον, ἀλλὰ Χάος, τό σε λαβὼν
[ὠκύμ]ο̣ρον, ἀλοίδορον, ἄνηβον, ἄωρον. κατέλει-
[πες δ]ὲ κληρονομίαν καθημερινὴν μητρὶ
[καὶ π]ατρὶ ζῶσιν κοπετοὺς καὶ δάκρυα καὶ
[στε]ν̣άγματα καὶ πένθος αἰώνιον.
10 [Ὀρτώ]ριος Ἥλεις καὶ Ὀρτωρία Εὐτυχὶς σύμβιος
[ἔκτ]ισαν ἰδίῳ τέκνῳ αἰώνιον νυμφῶνα
[καὶ ἑα]υτοῖς, θανάτου προσδοκίαν, τοῦτο τὸ
[μνη]μεῖον κηπόταφον, ἀπελευθέροις ἀπε-
[λευθέρων — — — — — — — — — — — — —]
Search Help
Contact Us