[ ] Italia — Roma — undated — IG XIV 1900
1      Θ(εοῖς) Κ(αταχθονίοις).
Ὁρτησεῖνος ∙ ἐνθάδε κεῖ-
ται γενόμενος μὲν ἀνὴρ ἄρι-
στος, ἰατρὸς δὲ τὴν τέχνην, ἐν
5 λόγοις φιλοσόφοις καὶ ἤθει θαυ-
μαστός, βιώσας ἔτη ∙ ν∙βʹ ∙ μῆνας
∙ ϛʹ ∙ ἡμέρας ∙ ι∙γʹ ∙ σὺν ἐμοὶ δὲ τῇ συν-
βίῳ ἐβίωσεν ἔτη ∙ ι∙θʹ ∙ παρὰ ἡμέ-
ρας ∙ ζʹ ∙ ἐποίησα Φλαβία Φῆστα
10 τῷ ἐμαυτῆς ἀγαθῷ ἀνδρὶ
μετὰ τῶν θυγατέρων μνή-
     μης     χάριν.
Search Help