[ ] Italia — Roma — undated — IG XIV 1801
1    Θεοῖς Ὑποχθονίοις.
ἐνθάδ’ ἐγὼ κεῖμαι Λαυρέντιος, ᾧ τοὔνο-
μα Αἰλιανός, πρότερον βενεφ(ικιάριος) ἐπάρχου Αἰγύ-
πτου ∙ νῦν δ’ ἀδίκως θανέων κεῖμαι ἐν τύμβῳ
5 τῷδε ∙ ὅπου λείψανά μου σπουδαῖοι κατέθεντο
φίλοι, Σωφρόνιός τε ἅμα Τηβεννίῳ ∙ Βελενίῳ
τε ∙ συνῆν δὲ καὶ Φλωρέντιος ἅμα Βερηκούνδῃ,
ἥτις τόνδε τὸν τόπον ἔδωκεν, καλῶν φίλων
αρεον καὶ εὐσεβὲς ἔργον ἀξίῳ μοι περιποιησά-
10 μενοι.
Search Help
Contact Us