[ ] Italia — Roma — undated — CIL VI 38723a
1    Θ(εοῖς) Δ(αίμοσι) Κ(αταχθονίοις).
  Κριτίατι τέκνῳ ∙ Λ(ούκιος) ∙
 Ἀττίδιος Κριτίας καὶ
 Περεγρῖνα γονῖς ∙ υ∙ἱ∙ῷ
5  γλυκυτάτῳ ὃς ἔζησ-
 εν ἔτη ∙ β ∙ μῆνας ∙ ηἡμέ-
ρας ∙ ιε ∙ ὥρας ∙ ε (καὶ ἥμισυ) ∙ κοῦρον ἔχω Κρι-
τίην διέτη, ξένε, μησὶν ἐπ’ ὀκτώ, |
ἀλλὰ νόον πολιῆς ἄξιον ἡλι-
10  κίης ∙ | τοὔνεκ’ ἔβη πολύδα-
  κρυς ἐς Ἄιδος· ἔκλασε γάρ
  μιν | ὁ Φθόνος ὡς ἁπαλὸν
   δένδρον ἄελλα νότου.
Search Help
Contact Us