[ ] Italia — Roma — undated
1     Θ(εοῖς) ❦  Κ(αταχθονίοις).
Μ(άρκος) ∙ Αὐρ(ήλιος) ∙ Χρύσιππος
τὴν μὲν ἡλικίαν ἐτῶν δύο
τὰς δὲ φρένας ἤδη γέρωνος,
5 πολλοὺς μὲν εὔφρανε {²⁶εὔφραινε}²⁶ ζῶν,
πολλοὺς δὲ ἠνίασεν ἀποθανών·
τοῦ δὲ θρέψαντος ἦν κύριος.
χαιρέτω καὶ τὰ ἀγαθὰ τοῖς
εὐφημοῦσιν αὐτὸν ἀναδιδότω.
Search Help
Contact Us