[ ] Italia? — Roma? — ca. 160-177 AD — IG XIV 1392 — cf. IGUR IV, p. 154, 341
1 Ἡρώδης μνημεῖον καὶ
τοῦτο εἶναι τῆς αὑτοῦ
συμφορᾶς καὶ τῆς ἀρε-
τῆς τῆς γυναικός.
5 ἔστιν δὲ οὐ τάφος· τὸ
γὰρ σῶμα ἐν τῇ Ἑλλάδι
καὶ νῦν παρὰ τῷ ἀνδρί
ἐστιν. τὸν ἐκ ταύτης
παῖδα εἰς τοὺς εὐπα-
10 τρίδας ἐν Ῥώμῃ ἐνέγρα-
ψεν Ἀντωνῖνος Αὐτο-
κράτωρ, Εὐσεβὴς ὑ-
πὸ τῆς πατρίδος καὶ
πάντων κληθείς,
15 ἀνενεγκὼν εἰς τὴν
βουλὴν συνκλήτου
δόγματι.
Search Help
Contact Us