[ ]
Italia — Roma — ca. 170-180 AD — IG XIV 1105
| 1 | ἡ ∙ ἱερὰ ∙ ξυστικὴ ∙ σύνοδος ∙ τῶν |
| [περ]ὶ ∙ τὸν ∙ Ἡρακλέα ∙ ἀπὸ καταλύσεως | |
| ἐν ∙ τῆι ∙ βασιλίδι ∙ Ῥώμηι ∙ κατοικούντων | |
| Μ(άρκον) ∙ Αὐρήλιον ∙ Δημόστρατον ∙ Δαμᾶν | |
| 5 | Σαρδιανόν ∙ Ἀλεξανδρέα ∙ Ἀντινοέα ∙ Ἀθηναῖον, |
| Ἐφέσιον ∙ Σμυρναῖον ∙ Περγαμηνόν, | |
| Νεικομηδέα ∙ Μιλήσιον ∙ Λακεδαιμόνιον, | |
| ἀρχιερέα ∙ τοῦ ∙ σύνπαντος ∙ ξυστοῦ ∙ διὰ ∙ βίου, | |
| ξυστάρχην ∙ καὶ ∙ ἐπὶ ∙ βαλανείων ∙ Σεβαστῶν, | |
| 10 | πανκρατιαστὴν ∙ περιοδονείκην ∙ δίς, |
| πύκτην ∙ ἄλειπτον ∙ παράδοξον. |