[ ]
Italia — Roma — 139-143 AD — IG XIV 1054
face a, front.1 | ἀγαθῇ ∙ τύχῃ |
Μ(άρκωι) ∙ Αἰλίωι | |
Αὐρηλίωι ∙ Καίσαρι | |
Τ(ίτου) ∙ Αἰλίου ∙ Ἁδριανοῦ̣ | |
5 | Ἀντωνείνου |
Σεβαστοῦ ∙ Εὐσεβοῦς ∙ υἱῷ | |
Μ(άρκος) ∙ Οὔλπιος | |
Δομεστικὸς | |
ὁ ἀρχιερεὺς | |
10 | τοῦ ∙ σύνπαντος ξυστοῦ ∙ καὶ |
ἐπὶ βαλανείων Σεβαστῶν. | |
face b, right.1 | ἀγαθῆι ∙ τύχηι |
Αὐτοκράτωρ ∙ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός, | |
θεοῦ ∙ Νέρουα ∙ υἱωνός, Τραιανὸς ∙ Ἁδριανὸς ∙ Σεβαστός, ἀρχιερεὺς | |
μέγιστος ∙ δημαρχικῆς ∙ ἐξουσίας ∙ τὸ ∙ ιη ∙ ὕπατος ∙ τὸ ∙ γ ∙ | |
5 | πατὴρ ∙ πατρίδος ∙ συνόδῳ ∙ ξυστικῇ ∙ τῶν ∙ περὶ τὸν |
Ἡρακλέα ∙ ἀθλητῶν ∙ ἱερονεικῶν ∙ στεφανειτῶν ∙ χαίρειν· | |
καὶ τόπον ἔνθα ∙ βούλεσθε ∙ κελεύσω δοθῆναι ὑμεῖν ∙ καὶ ∙ οἴκημα | |
ὡς τὰ γράμματα ἀποτίθεσθαι τὰ κοινά· καὶ εἰ τῶν διπλῶν τὴν | |
μεταποίησιν ∙ ἀνανκαίαν ∙ νομίζετε, τοῦτο ἐφ’ ὑμεῖν ἐστιν. | |
10 | ἐπρέσβευεν Οὔλπιος ∙ Δομεστικός ∙ εὐτυχεῖτε. |
πρὸ ∙ γ ∙ νωνῶν ∙ μαίων ∙ ἀπὸ ∙ Ῥώμης. |