[ ] Italia — Roma — ca. 350-400 AD — IG XIV 1020 — cf. IGUR IV, p. 147, 126
1                Μητρὶ Θεῶν
εἷς δεκαπέντε ἀνδρῶν, Φοίβου στεφανηφόρος ἱρεὺς
Κρήσκηνς ἠγάθεός τε Λεόντιος, ἔνσοφοι ἄνδρες,
ὃς μὲν ἀπ’ ἀντολίης, ὃς δ’ ἄρ’ ἀφ’ ἑσπερίης
5 ὄργια συνρέξαντε θεᾶι παμμήτορι Ῥείηι
κριοβόλου τελετῆς καὶ ταυροβόλοιο φερίστης
αἵμασι μυστιπόλοις βωμὸν ὑπερτίθεσαν.
Search Help
Contact Us