[ ] Italia — Roma — ca. 150-200 AD — IG XIV 967b
1 τῷ βασιλε Ἀσκληπιῷ σῶστρα καὶ [χα]ριστή-
ρια Νικομήδης Σμυρναῖος ἰατρός.
οἷον ἐμαιώσαντο νέον τόκον
@@*EI)LEI/QUIAI %5
5 ἐκ Φλεγύου κούρης Φοίβῳ
  ἀκειρεκόμῃ |
τοῖόν τοι Παιὰν Ἀσκληπιέ,
  σεῖο Βόηθος |
χειρὸς ἄγαλμ’ ἀγαθῆς
10   τεῦξεν ἑαῖς πραπίσιν· |
νηῷ δ’ ἐν τῷδε ζωάγρια θῆκεν
  ὁράσθαι |
πολλάκι σαῖς βουλαῖς
  νοῦσον ἀλευάμενος, |
15 σὸς θεράπων, εὐχῆς ὀλίγη[ν]
  δόσιν, οἷα θεοίσιν |
ἄνδρες ἐφημέριοι τῶν[δε]
  φέρουσι χάριν.
Search Help
Contact Us