[ ] Italia — Roma — ca. 150-200 AD — IG XIV 967a
1 τῷ [σωτ]ῆρι Ἀσκληπιῷ σῶστρα καὶ
χαριστήρια Νικομήδης ὁ ἰατρός.
τὰν παιδὸς καλλίσταν
     εἰκῶ τάνδε θεοῖο |
5 Παιᾶνος κούρου ματρὸς
     ἀπ’ ἀρτιτόκου |
δαιδάλλων Μερόπεσσιν
     ἐμήσαο, σεῖο, Βόηθε |
εὐπαλάμου σοφίης
10   μνᾶμα καὶ ἐσσομέν[οις]· |
θῆκε δ’ ὁμοῦ νούσων τε
  κακῶν ζωάγρια Νικο|-
μήδης καὶ χειρῶν
δεῖγμα παλαιγενέων.
Search Help
Contact Us