[ ]
Italia — Roma — 4th c. AD — IG XIV 1078a — cf. IGUR IV, p. 145, 60
1 | ∙ Arzygii ∙ |
τὸν ἁπάσας τὰς πόλεις τῆς Σικε- | |
λείας ἀνανεώσαντα καὶ τὰ βου- | |
λευτήρια καλῶς διοικήσαντα, | |
5 | τάς τε λιτουργείας ἰδίαις ἐπινοί- |
αις ἐπικουφίσαντα καὶ ἐν πᾶσι τὴν | |
ἐπάρχιον εὐεργετήσαντα Βετίτιο(ν) | |
Περπέτουον τὸν λαμπρότατον | |
πάτρωνα αἱ Σικελῶν βουλαὶ | |
10 | καὶ ὁ δῆμος ἀνδριάντι τὸν |
εὐεργέτην μετὰ διετί- | |
αν τῆς πράξεως διὰ πρεσ- | |
βευτῶν Ῥοδίνου καὶ Ἰουλί- | |
νου τῶν διασημοτάτων | |
15 | δεκαπρώτων ἠμείψαντο. |