[ ]
Italia — Roma — 140 AD — IG XIV 1051
1 | Αὐτοκράτορι Καίσαρι |
[θε]οῦ Ἁδριανοῦ υἱῷ, [θε]οῦ | |
Τραιανοῦ Παρθικοῦ υἱωνῷ, [θε]οῦ | |
Νέρουα ἐκγόνῳ, Τίτῳ Αἰλίῳ Ἁδριανῷ | |
5 | Ἀντωνείνῳ Σεβαστῷ Εὐσεβεῖ |
ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς ἐξουσίας | |
τὸ γʹ, ὑπάτῳ τὸ γʹ, π(ατρὶ) π(ατρίδος), τῷ εὐεργέτῃ καὶ | |
σωτῆρι Ἁδριανῆς Μοψουεστίας τῆς | |
Κιλικίας, ἱερᾶς καὶ ἐλευθέρας καὶ ἀσύλου | |
10 | καὶ αὐτονόμου καὶ φίλης καὶ συμμάχου |
Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος διὰ τῆς | |
θείας αὐτοῦ δικαιοδοσίας βέβαια | |
τηρήσαντος αὐτῇ τὰ ἐξ ἀρχῆς δίκαια. |