[ ]
Italia — Roma — late 2nd/early 1st c. BC — IG XIV 953
{²in mediis versibus 1-5 corona}² | |
1 | ὑπὲρ προξενίας καὶ εὐ- |
εργεσίας Δημητρίωι | |
Διοδότου Συρακοσίωι | |
καὶ τοῖς ἐγγόνοις αὐ- | |
5 | τοῦ |
ἐπὶ ἱεροθύτου Ἱκέτα Ἱκέτου, ἀρχόν- | |
των δὲ Ἡρέου καὶ Κ[ό]τητος· | |
ἔδοξε τῆι συγκλήτῳ καὶ τῶι δήμωι | |
τῶν Μελιταίων· ἐπειδὴ Δημή- | |
10 | τριος Διοδότου Συρακόσιος δι- |
ὰ παντὸς εὔνους ὑπάρχων | |
τοῖς τε δημοσίοις ἡμῶν πράγ- | |
μασιν <κ>αὶ ἑνὶ ἑκάστωι τῶν πολι- | |
τῶν παραίτιος ἀγαθοῦ πολλάκι | |
15 | γεγένηται, |
ἀγαθῆι τύχηι δεδόχθαι Δημήτριον | |
Διοδότου Συρακόσιον πρόξε- | |
νον εἶναι καὶ εὐεργέτην τοῦ δή- | |
μου τ<ῶ>ν Μελιταίων καὶ τοὺς ἐγ- | |
20 | γόνους αὐτοῦ ἀρετῆς ἕνεκεν |
καὶ εὐνοίας ἧς ἔχ<ω>ν διατελεῖ εἰς | |
τὸν ἡμέτερον δῆμον· τὴν δὲ | |
προξενίαν ταύτην ἀναγράψαι | |
εἰς χαλκ<ώ>ματα δύο καὶ τὸ ἓν δοῦ- | |
25 | ναι Δημητρίωι Διοδότου Συρα- |
κοσίωι. |