[ ] Italia — Roma — 78 BC — IG XIV 951 — CIL I² 588
See also:
a.1-6                        {²sex versus desunt
7 [eos se ex s(enatus) c(onsulto) domos dimissos velle, s(ei) e(i)] v(ideretur), utei pr[o rebus bene gestis ab eis fortiterque factis in rem publicam nostram honor eis haberetur, d(e) e(a) r(e) i(ta) c(ensuerunt): Asclepiadem Philini f(ilium)]
[Clazomenium, Polustrat]um Poluarchi f(ilium) Carystium [Meniscum Irenaei, qui fuit ante Meniscus Thargeli, filium Milesium, viros bonos et ameicos appellari. s(enatum) p(opulum)que R(omanum)]
[existumare eo]rum operam bonam fortem fidel[em rei publicae nostrae fuisse; quam ob rem senatum censere, utei ei, leiberei postereique eorum]
10 [in patrieis sueis leiberei o]mnium rerum et sine tributa siṇ[t. sei qua tributa ex boneis eorum exacta sunt, postquam domo rei publicae nostrae caussa profectei sunt],
[utei ea eis reddantur, restituant]ur, seive quae praedia, aedificia, [bona eorum venierunt, postquam domo rei publicae nostrae caussa profectei sunt, utei ea]
[omnia eis in integrum restituantur, sei]ve quae dies praeterieit postquạ[m domo rei publicae nostrae caussa profectei sunt, neiquid ea res eis noceat neive quid eis ob eam]
[causam minus debeatur neive quid minus eis] petere, exigere liceat, quaeque her[editat]es eis leiberisve eor[um obvenerunt, utei eas habeant possideant fruanturque];
[quaeque ei, leiberei, posterei uxoresve eoru]m ab altero petent seive quid ab eis ∙ leibereis, postereis ∙ ux[oribusve eorum aliei petent, utei eis, leibereis postereis uxoribusve]
15 [eorum ius p]o[testasque sit, seive domi le]gibus ∙ sueis ∙ vel(int) iudicio ∙ certare ∙ seive ∙ apud ∙ magistratum [nostrum Italicis iudicibus seive in civitate libera aliqua earum],
[quae perpe]tuo in [amicitia p(opuli) R(omani) manse]runt ∙ ubei velint ∙ utei ∙ ibei ∙ iudicium ∙ de eis ∙ rebus fiat ∙ sei qua [iudicia de eis absentibus postquam domo profectei sunt, facta]
[sunt, ea] utei ∙ in in[tegrum restit]uantur et de ∙ integro iudicium ∙ ex ∙ s(enatus) ∙ c(onsulto) ∙ fiat ∙ seiquas pecunias ∙ cị[vitates eorum publice deberent, in eas pecunias nei quid]
[dare d]eberent. ma[gistrat]us nostri ∙ queiquomque ∙ Asiam ∙ Euboeam ∙ locabunt ∙ vectigalve ∙ Asiae ∙ E[uboeae imponent curent, nei quid ei dare debeant].
[uteiq]ue Q(uintus) ∙ Lutatiụ[s M(arcus)] Aemilius ∙ co(n)s(ules) ∙ a(lter) a(mbove) s(ei) e(is) ∙ v(ideretur) ∙ eos ∙ in ameicorum ∙ formulam referundos ∙ curarent ∙ eisq̣[ue tabulam aheneam amicitiae in Capitolio ponere]
20 [rem]que deivinạ[m] f̣acere ∙ liceret ∙ munusque ∙ eis ∙ ex ∙ formula ∙ locum ∙ lautiaque ∙ q(uaestorem) urb(anum) eis ∙ locare mittereq̣ue iub[erent. seive de rebus sueis legatos ad senatum]
[mit]ṭere ipseive ∙ veneire ∙ vellent ∙ uti ∙ eis ∙ leibereis ∙ postereisque ∙ eorum ∙ legatos ∙ venire ∙ mittereque ∙ liceret. uteiq[ue Q(uintus) Lutatius M(arcus) Aemilius co(n)s(ules) a(lter) a(mbove)]
sei v(ideatur) e(is), litteras ∙ ad ∙ magistratus ∙ nostros ∙ quei ∙ Asiam ∙ Macedoniam ∙ provincias ∙ optinent ∙ et ∙ ad magistratus eorum ∙ mitta[nt senatum velle et]
aequom ∙ censere ∙ ea ∙ ita ∙ fierei ∙ i(ta) ∙ u(tei) ∙ e(is) ∙ e ∙ r(e) ∙ p(ublica) ∙ f(ideve) ∙ s(ua) ∙ v(ideatur) ∙ c(ensuere) ∙
b.1    ἐπὶ ὑπάτων Κοίντου Λυτατίου Κοίντου υἱοῦ Κάτλου καὶ Μάρκου Αἰμ[ιλίου Κοίντου υἱοῦ]
    Μάρκου υἱωνοῦ Λιπέδου, στρατηγοῦ δὲ κατὰ πόλιν καὶ ἐπὶ τῶν ξένων Λευκίου Κορνηλίου̣ [․․․․․․ υἱοῦ]
    Σισέννα, μηνὸς Μαίου, Κόιντος Λυτάτιος Κοίντου υἱὸς Κάτλος ὕπατος συγκλήτωι συνεβούλ[ευσεν].
πρὸ <ἡ>μερῶν ἕνδεκα καλανδῶν Ἰουνίων ἐν κομετίωι γραφομένωι παρῆσαν Λεύκιος Φαβέριος Λευκίου υἱὸς Σεργία, Γαῖο[ς ․․․․․․ Λευ]-
5  κίου υἱὸς Ποπλι<λ>ία, Κόιντος Πετίλλιος Τίτου υἱὸς Σεργία. περὶ ὧν Κόιντος Λυτάτιος Κοίντου υἱὸς Κάτ<λ>ος ὕπατος λόγους ἐποιήσατο, Ἀ[σκληπιάδην]
 Φιλίνου υἱὸν Κλαζομένιον, Πολύστρατον Πολυάρκου υἱὸν Καρύστιον, Με<νί>σκον Εἰρηναίου τὸν γεγονότα Μενίσκον Θαργηλίου υἱὸν Μιλήσ̣[ιον ․․․․․․]
 ἐν τοῖς πλοίοις παραγεγονέναι τοῦ πολέμου τοῦ Ἰταλικοῦ ἐναρχομένου, τούτους ἐργασίαν ἔπανδρον καὶ πιστὴν τοῖς <δ>ημοσίοις πράγμασιν τοῖς ἡμετέρο[ις παρεσχηκέ]-
 ναι· τούτους ἑαυτὸν κατὰ τὸ τῆς συγκλήτου δόγμα εἰς τὰς πατρίδας ἀπολῦσαι βούλεσθαι, ἐὰν αὐτῷ φαίνηται, ὅπως ὑπὲρ τῶν καλῶς πεπραγμένων ὑπ’ αὐ[τῶν καὶ ἀνδρα]-
 γα<θη>μάτων εἰς τὰ δημόσια <π>ράγματα τὰ ἡμέτερα καταλογή τις αὐτῶν γένηται· περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· Ἀσκληπιάδην Φιλίνου υἱὸν Κλαζομ̣[ένιον],
10  Πολύστρατον Πολυάρκου υἱὸν Καρύστιον, Μενίσκον Εἰρηναίου υἱὸν Μιλήσιον τὸν γεγονότα Μενίσκον, ἄνωθεν δὲ Θαργηλίου vv ἄνδρας καλοὺς καὶ ἀγαθοὺς καὶ φίλ̣[ους π]ρ̣οσ-
 αγορεῦσαι· τὴ<ν σ>ύ<ν>κλητον καὶ τὸν δῆμον τῶν Ῥωμα<ί>ων διαλανβάνειν τὴν τούτων ἐργασίαν καλ<ὴν> καὶ ἔπανδρον καὶ πιστὴν τοῖς δημοσίοις πράγμασιν τοῖς ἡμετ[έ]ρο[ις γε]γονέναι,
 δι’ ἣ<ν> αἰτίαν τὴν σύνκλ<η>τον κρίνειν ὅπως οὗτοι τέκνα ἔκγονοι τε αὐτῶν ἐν ταῖς ἑαυτῶν πατρίσιν ἀλειτούργητοι πάντων τῶν πραγμάτων καὶ ἀνείσφοροι ὦσιν· εἴ τινες εἰσφ[ορα]ὶ̣ ἐκ τῶν
 ὑπαρχόντων αὐτῶν εἰσπεπραγμέναι εἰσὶν μετὰ τὸ τούτους τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάρ<ιν> ὁρμῆσαι, ὅπως αὗται αὐτοῖς ἀποδοθῶσιν ἀποκατασταθῶσιν· εἴ τέ τινε{ι}ς {²⁶τινες}²⁶ {τη}
 ἀγροὶ οἰκίαι ὑπάρχοντα αὐτῶν πέπρανται μετὰ τὸ ἐκ τῆς πατρίδος τῶν δημοσίων πραγμάτων τῶν ἡμετ<έ>ρων χάριν ὁρμῆσαι, ὅπως ταῦτα πάντα αὐτοῖς εἰς ἀκέραιον ἀποκαταστα-
15  θ<ῇ>. εἴ τέ τις προθεσμία παρε<λ>ήλυθεν, ἀφ’ οὗ ἐκ τῆς πατρίδος τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν <ὥ>ρμησα<ν>, μή τι τοῦτο τὸ πράγμα αὐτοῖς βλαβερὸν γένηται
 μηδέ τι αὐτοῖς διὰ ταύτην τὴν αἰτίαν ἔλασσον ὀ<φ>είληται μηδέ τι ἔλασσον αὐτοῖς μεταπορεύεσθαι πράσσειν ἐξῆ<ι>· ὅσαι τε κληρονομίαι αὐτοῖς ἢ τοῖς τέκνοις αὐτῶν
 παρεγένοντο, ὅπως ταύτας ἔχωσιν διακατέχω<σ>ιν καρπεύωντα<ί> τε· ὅσα τε ἂν αὐτοὶ τέκνα ἔκγονοι γυναῖκές τε αὐτῶν παρ’ ἑτέρου μεταπορεύωνται, ἐάν τέ τι πα-
 ρ’ αὐτῶν τέκνων ἐκγόνων γυναικῶν τε αὐτῶν ἕτεροι μεταπορεύωνται, ὅπως τούτων τέκνων <ἐκγόνων> γυναικῶν τε αὐτῶν ἐξουσία καὶ αἵρεσις <ἦι>· ἐάν τε ἐν ταῖς πα-
 τρίσιν κατὰ τοὺς ἰδίους νόμους βούλωνται κρίνεσθαι, ἢ ἐπὶ τῶν ἡμετέρων ἀρχόντων ἢ ἐπὶ Ἰταλικῶν κριτῶν, ἐάν τε ἐπὶ πόλεως ἐλευθέρας τῶν διὰ τέλους
20  ἐν τῆι φιλίαι τοῦ δήμου τοῦ Ῥωμαίων μεμενηκυιῶν, οὗ ἂν προαιρῶνται, ὅπως ἐκεῖ τὸ κρ<ι>τήριον περὶ τούτων τῶ{ι}ν {²⁶τῶν}²⁶ πραγμάτων γίνηται· εἴ τινα κριτήρια
 περὶ αὐτῶν ἀπόντων μετὰ τὸ ἐκ τῆς πατρίδος ὁρμῆσαι γεγονότα ἐστίν, ταῦτα ὅπως εἰς ἀκέραιον ἀποκατασταθῆι καὶ ἐξ ἀκεραίου κριτήριον κατὰ
 τὸ τῆς συνκλήτου δόγμα γένηται· εἴ τινα χρήματα αἱ πόλεις αὐτῶν δημοσίαι ὀφείλωσιν, μή τι εἰς ταῦτα τὰ χρήματα δοῦναι ὀφείλωσιν·
 ἄρχοντες ἡμέτεροι, οἵτινες ἄν ποτε Ἀσίαν Εὔβοιαν μισθῶσιν ἢ προσόδους Ἀσίαι Εὐβοίαι ἐπ̣ιτιθῶσ<ι>ν, φυλάξωνται μή τι οὗτοι δοῦναι ὀφείλωσιν·
 ὅπως τε Κόιντος <Λ>υτάτιος, Μάρκος Αἰμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, ἐὰν ἀοτοῖς <φ>αίνηται, τούτους εἰς τὸ τῶν φί<λ>ων διάταγμα ἀνενεχθ<ῆ>-
25  ναι φροντίσωσιν· τούτους τε πίνα<κα> χαλκοῦν φιλίας ἐν τῶι Καπετωλίωι ἀναθεῖναι θυσίαν τε ποιῆσαι ἐξ<ῆ>ι, ξένιά τε αὐτοῖς κατὰ <τ>ὸ διάτα-
 γμα τόπον παροχήν τε τὸν ταμίαν τὸν κατὰ πόλιν τούτοις μισθῶσαι ἀποστ<εῖ>λαί τε κελεύ<σ>ωσιν· ἐάν τε περὶ τῶν ἰδίων πραγμάτων
 πρεσβευτὰς πρὸς τὴν σύγκλητον ἀποστέλλειν αὐτοί τε παραγ̣ί̣νεσθαι προαιρῶνται, ὅπως αὐτοῖς τέκ<ν>οις ἐκγόνοις τε αὐτῶν
 πρεσβευταῖς παραγ̣ί̣νεσθαι καὶ ἀποστέ<λ>λειν τε ἐξῆι· ὅπως τε Κόιντος Λυτάτιος, Μάρκος Αἰμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι,
 ἐὰν αὐτοῖς φαίνηται, γράμματα πρὸς τοὺς ἄρχοντας τοὺς ἡμετέρους, οἵτινες Ἀσίαν Μακεδονίαν ἐπαρχείας <δ>ιακατέχουσιν
30  καὶ πρὸς τοὺς ἄρχοντας αὐτῶν ἀποστείλωσιν τὴν σύνκ<λ>ητον θέ<λ>ειν καὶ δίκαιον ἡγεῖσθαι {ς} ταῦ{ι}τα {²⁶ταῦτα}²⁶ οὕτω γ̣ί̣νεσθαι,
 οὕτως ὡς ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς τε τῆς ἰδίας φα<ί>νηται.  ἔδοξεν.
  Ἀσκληπιάδου τοῦ Φιλίνου Κλαζομενίο̣υ̣·  Πολυστράτου τοῦ Πολυάρκου
  Καρυστίου· Μενίσκου τοῦ Εἰρηναίου Μιλησίου.
Search Help