[ ] Kalymna — Pothaia — 2nd/1st c. BC
[Ἡραγόρας τοῦ δεῖνος τὸν υἱὸν καὶ ὁ δεῖνα Ἡραγόρα]
1                   τὸν ἀδελφὸ[ν]
                     θεοῖς.
ἕξ ἔτεσιν λ<ε>ίποντα διπλῆς δεκάδο[ς λυκαβάντων]
  ἅρπασεν ὠκύπλους ἁ νεκύων ἄκατος,
5 ἐς μακάρων δέ με χῶρον ἐθήκατο, ματρὶ δ’ ἔδωκ[ε]
  δῶρον, ἐπεὶ προτέρα γ’ ἦλθ’ Ἀΐδαο μυχούς.
πατρὸς δὲ στοργά με κασιγνήτου τε πρὸς αὐγὰς
  ἀελίου μορφὰν θῆκε τυπωσαμένα.
οὔνομα δὲ κλεόμαν Ξενοκλῆς, δῆμος δὲ Κάλυμν[α],
10   Κῶ {ι} δὲ πάτρα, γενέτωρ δ’ ἐστί μου Ἡραγόρας.
Search Help