| [Ἡραγόρας τοῦ δεῖνος τὸν υἱὸν καὶ ὁ δεῖνα Ἡραγόρα] | |
| 1 | τὸν ἀδελφὸ[ν] |
| θεοῖς. | |
| ἕξ ἔτεσιν λ<ε>ίποντα διπλῆς δεκάδο[ς λυκαβάντων] | |
| ἅρπασεν ὠκύπλους ἁ νεκύων ἄκατος, | |
| 5 | ἐς μακάρων δέ με χῶρον ἐθήκατο, ματρὶ δ’ ἔδωκ[ε] |
| δῶρον, ἐπεὶ προτέρα γ’ ἦλθ’ Ἀΐδαο μυχούς. | |
| πατρὸς δὲ στοργά με κασιγνήτου τε πρὸς αὐγὰς | |
| ἀελίου μορφὰν θῆκε τυπωσαμένα. | |
| οὔνομα δὲ κλεόμαν Ξενοκλῆς, δῆμος δὲ Κάλυμν[α], | |
| 10 | Κῶ {ι} δὲ πάτρα, γενέτωρ δ’ ἐστί μου Ἡραγόρας. |
Tit. Calymnii
219