[ ] Kalymna Isl. — Sanct. of Apollo — ca. 14-54 AD
See also:
1 ἐπὶ στεφανηφόρου
τοῦ θεοῦ τὸ ι, μη(νὸς) Καφ(ισίου)· ἀ-
φέθη ἐλεύθερος
Εὐήμερος ὑπὸ Κλεο-
5 φῶντος καὶ Εἰρήνης
καὶ Πίστωνος καὶ Δημη-
τρ<ί>ου, παραμείνας Κλε-
οφῶντι καὶ Εἰρήνηι
καὶ Δημητρίωι, ἐφ’ ᾧ θρέ-
10 ψει θρέμμα ἐτῶν β
Πίστω{ι}νι {²⁶Πίστωνι}²⁶ Κλεοφῶντος.
Search Help
Contact Us