[ ] Kalymna — Sanct. of Apollo — reign of Claudius?
1 ἐπὶ μο(νάρχου) Κλεωνύμου τοῦ Κλευάντου μετὰ μό(ναρχον) τὸ β Ξενο-
φῶντα, μη(νὸς) Θευδαι(σίου)· ἀφίεισιν ἐλευθέρας
Νικάνωρ Νικηφόρου καὶ Φίλιτος β φύσει δὲ Νι-
κάνορος καὶ Νικάνωρ Φιλίτου <νε>ώτ[ε]ρος τὰς ἰδί-
5 ας θρεπτὰς Ἀρτέμιν καὶ Ἐλπίδα, ἐφ’ ᾧ παραμε-
νεῖ Ἀρτέμιν Νικάνορι Νικάνορος τὸν τᾶς ζω-
ᾶς αὐτοῦ χρόνον, Ἐλπὶς δὲ ὁμοίως παραμεν-
εῖ Νικάνορι Νικηφόρου καὶ Φιλίτωι τὸν τᾶς ζωᾶς αὐ-
των χρόνον· θρέψει δὲ θρεμμά[τια ἄρρενα]
10 [δύ]ω Νικάνορι Φιλίτου· ἐξέστω δὲ αὐταῖς ἀμφοτ[έ]-
[ρ]αις ἐκπλῖν ἐσπλῖν ἀνεπικωλύτως.
Search Help