[ ] Kalymna Isl. — Sanct. of Apollo — ca. 14-54 AD
See also:
1 ἐπὶ μο(νάρχου) Κλωδιανοῦ, μην(ὸ)ς Δαλίου κ· Ἐπί-
χαρις Ζωΐλου ἠλευθέρωσεν τὸν ἴδι-
ον θρεπτὸν Ἰσίδοτον ἐφ’ ᾧτε παρα-
μενεῖ αὐτῇ καὶ τῷ ἀνδρὶ αὐτῆς Νεικη-
5 φόρῳ τὸν τᾶς ζωᾶς χρόν(ον)· μετὰ δὲ τὴν
τελευτὴν αὐτῶν θρέψει τοῖς τέκνοις
αὐτῆς Δωράδι καὶ Ὀνησίμῃ ἑκάστωι
θρεμμάτιον ἄρρεν, ἢ δώσει ἀνα(φορὰν)
δην(άρια) ν· καρπώσει δὲ καὶ τοῖς κατοι-
10 χομένοις τέκνοις μοῦ Νεικηφό-
ρῳ καὶ Σωγένει μετὰ τὸν θάνατόν
μου γ τοῦ ἐνιαυτοῦ, ὡς ἂν δύνηται·
ἔσται δὲ ἀπελεύθερος Δώρα καὶ Ὀνησί-
μης μόνων· ἂν δὲ μὴ παραμεί̣[νῃ],
15 [δ]ώ̣σει τᾶς ἡμέρας̣ ἑ̣κ̣άστα̣[ς — — —]
Search Help
Contact Us