[ ] Kalymna Isl. — Sanct. of Apollo — 1st c. BC
See also:
1      [ὁ δᾶμος]
 ὁ Καλυμνίων ἐτείμασεν
 Ἀπολλόδωρον Πύθωνος
καθ’ υἱοθεσίαν δὲ Κλευμάχου
5 στεφάνωι χρυσέωι τῶι ἐκ τῶν
νόμων μεγίστωι καὶ ἰκόνι χρυσέαι
πρᾶτον πάντων ἀρετᾶς ἕνεκα
καὶ τᾶς ποτὶ τὸν θεὸν εὐσεβείας
καὶ τᾶς ἐς αὑτὸς {²⁷αὑτὸ<ν>?}²⁷ φιλαγαθίας
10       καὶ εὐνοίας.
Search Help
Contact Us