[ ] Kalymna Isl. — Sanct. of Apollo — decree of Kos — ca. 227 BC — SGDI III,1 3611
See also:
1 [ἔδο]ξ̣ε̣ τ̣[ᾶι βουλᾶι καὶ τῶι δάμωι, ὁ δεῖνα εἶπε]·
[ἐπ]ειδὴ Θευκράτης Ὀν[ασιγένευς Καλύμνιος, εὔ]-
[ν]ους ὢν καὶ φίλος τῶι δάμω[ι καὶ πράσσων ἀξίως]
τᾶς ὑπαρχούσας αὐτῶι πο[τὶ τὰν πόλιν φιλότη]-
5 τος, πρότερόν τε διετέλει χρε[ίας πάσας παρεχό]-
μενος τᾶι πόλει διαφυλάσσ[ων δὲ νῦν τὰν αὐτὰν]
αἵρεσιν καὶ προαιρεύμενος μ̣[ηθὲν καθυστερεῖν]
τῶν συμφερόντων Κώιοις κατ[ὰ δύναμιν τὰν αὑτοῦ],
πρόθυμον αὑτὸν ἐς τὰ τοῦ δάμ[ου χρήσιμα παρέσχηται],
10 [κ]αὶ ἐν τοῖς καθεστακόσι καιροῖς ἐσ[ευπόρηκε τῶι δά]-
[μ]ωι χρήματα ἔς τε τὸν ψαφι[σθέντα — — — — — τῶι]
[β]ασιλεῖ Ἀντιγόνωι καὶ ἐς τὰν [— — — — — — — τῶν]
στρατιωτᾶν, vac. ὅπως καὶ ὁ δᾶ[μος φαίνηται χάριν κα]-
ταξίαν ἀποδιδοὺς αὐτῶι τῶ[ν εὐεργετημάτων, αὐτὸς δὲ]
15 καὶ τιμαθεὶς ἐπὶ πλέον τάν τε [ὑπάρχουσαν εὔνοι]-
αν διαφυλάσσηι καὶ εἰς τὸ λο̣[ιπὸν τᾶι Κώιων πόλει κα]-
θάπερ καὶ τᾶι ἰδίαι πατρίδι φιλό[τητα παρέχηται]·
ἀγαθᾶι τύχαι, δεδόχθαι τῶι δ[άμωι πολίταν ἦμεν]
Θευκράτη Ὀνασιγένευς τᾶς π[όλιος τᾶς Κώιων, καὶ]
20 ἐγγόνος, μετέχ[ον]τας πάντω[ν ὧν καὶ τοὶ ἄλλοι μετέχοντι]·
τοὶ δὲ προστάτ[αι ἐπι]κλαρωσά[ντω αὐτοὺς ἐς φυλὰν]
καὶ τρια[κάδα καὶ πεν]τηκοστύ[ν, καὶ τὰ ὀνόματα αὐτῶν]
[ἀναγραψάντω ἐς τὰν σ]τάλαν ἐς [ἃν ταὶ ἄλλαι πολιτεῖαι]
[ταὶ δεδομέναι ἐν τῶι δ]άμωι ἀ̣να[γράφονται· τοὶ δὲ ταμίαι]
25 [τὸ ἀργύριον δόντω ἐς τὰν ἀ]ναγραφάν· [ὅπως δὲ καὶ ἐν Κα]-
[λύμναι τὸ ψάφισμα ἐς τὸ ἱαρὸ]ν τοῦ Ἀπό[λλωνος ἀναγραφῆι],
[ἑλέσθαι ἐκ πάντων ἄνδρα, ὅστις ἀ]φικόμενο[ς — — — — — —]
Search Help
Contact Us