1
|
[ἔδοξε τᾶι] βουλᾶι καὶ τῶι δάμωι, [γνώ]μα προσ[τα]-
|
|
[τᾶν· ἐπειδὴ Εὐ]ελπίδας Ἀρατίωνος ἐπελθὼν ἐπί
|
|
[τε τὰν βο]υλὰν καὶ τὸν δᾶμον ἐμφανίζει τὸν δᾶμο[ν]
|
|
[τὸν] Ἰασέων ἔν τε τῶι πρότερον χρόνωι διατε-
|
5
|
[λεῖ]ν πᾶσαν εὔνοιαν παρεχόμενον τῶι δάμω[ι]
|
|
[τῶι Κ]αλυμνίων, καὶ νῦν πρεσβευτὰν ἀποστε[λ]-
|
|
[λόν]των {²⁷ἀποστε[ι|λάν]των? (addenda)}²⁷ ποθ’ αὑτὸν ἀξιώσοντα δόμεν δικαστὰ[ς]
|
|
[ἄνδρα]ς πέντε, οἵτινες παραγενόμενοι εἰς Κά-
|
|
[λυμν]αν μάλιστα μὲν διαλυσοῦντι τοὺς δ[ια]-
|
10
|
[φερομέ]νους τῶν πολιτᾶν, εἰ δὲ μή, διακρινεῦ̣[ν]-
|
|
[τι, ἀπέστει]λε ἄνδρας καλοὺς κἀγαθούς, οἱ πᾶ-
|
|
[σαν σπουδ]ὰν ἐποιήσαντο τοῦ διαλυθέντα[ς <τοὺς πολείτας>]
|
|
[τὰ ποθ’ αὑτο]ὺς μεθ’ ὁμονοίας πολιτεύεσθαι, ὅπω̣[ς]
|
|
[οὖν ὁ δᾶ]μος ὁ Καλυμνίων φαίνηται χάριν ἀπ̣[ο]-
|
15
|
[διδοὺς τοῖς] εὐεργετοῦσιν αὐτὸν καὶ πολλοὶ π[ρο]-
|
|
[αιρῶνται κα]ὶ λέγειν καὶ πράσσειν τὰ δέοντα ὑ[πὲρ]
|
|
[τοῦ πλήθ]ους τοῦ Καλυμνίων, εἰδότες ὅτ[ι]
|
|
[ὑπαρξεῦντι α]ὐτοῖς τιμαὶ κατάξιαι ὧν κα εὐερ[γε]-
|
|
[τήσωντι, δ]εδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ-
|
20
|
[παινέσαι τὸν δ]ᾶμον τὸν Ἰασέων ἀρετᾶς ἕνεκ[α]
|
|
[καὶ εὐνοίας ἃ]ν ἔχων διατελεῖ ποτὶ τὸ πλῆθ[ος]
|
|
[τὸ Καλυμνί]ων καὶ στεφανῶσαι αὐτὸν χρυ-
|
|
[σέωι στεφάνω]ι τῶι ἐκ τοῦ νόμου· ἐπαινέσαι δὲ
|
|
[καὶ τοὺς δικαστ]ὰς τοὺς ἀποσταλέντας Ἑκαταῖ[ον]
|
25
|
[Θεοδώρου, Λύσ]αν<δ>ρον Ἀριστοκρίτου, Αὐτοκλέ[α]
|
|
[— — —, — — —]αΐσκον Θεοδότου, Δράκοντα Κεφά[λου]
|
|
[διότι ὑπαρχόν]των πλειόνων ἐνκλημάτων ἀξι[οχρέ]-
|
|
[ων κ]αὶ ἰδ[ίων] καὶ δαμοσίων ἐξ ἐτῶν πλειόνω[ν],
|
|
[τὰ] μὲν πλ[ε]ῖστα διέλυσαν καλῶς καὶ συμ[φε]-
|
30
|
[ρόν]τως τ[ῶ]ι δάμωι, τὰ δὲ διέκριναν δικαίως κα[ὶ]
|
|
[κατ]ὰ τοὺς νόμους ὄντες ἀνερίθευτοι, ὧν γεν[ο]-
|
|
[μέν]ων συμβαίνει τοὺς πολίτας εἰς ὁμόν[οι]-
|
|
[αν κ]αθεστάκειν, στεφανῶσαι δὲ αὐτοὺ[ς]
|
|
[χρυ]σῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου, δεδό-
|
35
|
[σθαι δ]ὲ̣ κ̣[αὶ πο]λειτείαν Ἑκαταίωι Θεοδώρου
|
|
[καὶ ․․․․αΐσκωι] Θεοδότου καὶ αὐτοῖς καὶ ἐκγόνο-
|
|
[ις· καὶ ἐ]πειδὴ ὑπάρχει πολιτεία διὰ πρ̣[ο]-
|
|
[γόνων Λυσά]νδρωι Ἀριστοκρίτου, Αὐτοκλε[ῖ]
|
|
[τοῦ δεῖνος, Δράκο]ν̣τ̣ι̣ Κεφά<λ>ου, [ἦ]μεν δὲ [κα]ὶ προ-
|
40
|
[ξένους — — — — — — — — — — — — — — — — —]
|