[ ] Kalymna Isl. — Sanct. of Apollo — ca. 230-220 BC
See also:
1 [ἔδοξε τᾶι] βουλᾶι καὶ τῶι δάμωι, [γνώ]μα προσ[τα]-
[τᾶν· ἐπειδὴ Εὐ]ελπίδας Ἀρατίωνος ἐπελθὼν ἐπί
[τε τὰν βο]υλὰν καὶ τὸν δᾶμον ἐμφανίζει τὸν δᾶμο[ν]
[τὸν] Ἰασέων ἔν τε τῶι πρότερον χρόνωι διατε-
5 [λεῖ]ν πᾶσαν εὔνοιαν παρεχόμενον τῶι δάμω[ι]
[τῶι Κ]αλυμνίων, καὶ νῦν πρεσβευτὰν ἀποστε[λ]-
[λόν]των {²⁷ἀποστε[ι|λάν]των? (addenda)}²⁷ ποθ’ αὑτὸν ἀξιώσοντα δόμεν δικαστὰ[ς]
[ἄνδρα]ς πέντε, οἵτινες παραγενόμενοι εἰς Κά-
[λυμν]αν μάλιστα μὲν διαλυσοῦντι τοὺς δ[ια]-
10 [φερομέ]νους τῶν πολιτᾶν, εἰ δὲ μή, διακρινεῦ̣[ν]-
[τι, ἀπέστει]λε ἄνδρας καλοὺς κἀγαθούς, οἱ πᾶ-
[σαν σπουδ]ὰν ἐποιήσαντο τοῦ διαλυθέντα[ς <τοὺς πολείτας>]
[τὰ ποθ’ αὑτο]ὺς μεθ’ ὁμονοίας πολιτεύεσθαι, ὅπω̣[ς]
[οὖν ὁ δᾶ]μος ὁ Καλυμνίων φαίνηται χάριν ἀπ̣[ο]-
15 [διδοὺς τοῖς] εὐεργετοῦσιν αὐτὸν καὶ πολλοὶ π[ρο]-
[αιρῶνται κα]ὶ λέγειν καὶ πράσσειν τὰ δέοντα ὑ[πὲρ]
[τοῦ πλήθ]ους τοῦ Καλυμνίων, εἰδότες ὅτ[ι]
[ὑπαρξεῦντι α]ὐτοῖς τιμαὶ κατάξιαι ὧν κα εὐερ[γε]-
[τήσωντι, δ]εδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ-
20 [παινέσαι τὸν δ]ᾶμον τὸν Ἰασέων ἀρετᾶς ἕνεκ[α]
[καὶ εὐνοίας ἃ]ν ἔχων διατελεῖ ποτὶ τὸ πλῆθ[ος]
[τὸ Καλυμνί]ων καὶ στεφανῶσαι αὐτὸν χρυ-
[σέωι στεφάνω]ι τῶι ἐκ τοῦ νόμου· ἐπαινέσαι δὲ
[καὶ τοὺς δικαστ]ὰς τοὺς ἀποσταλέντας Ἑκαταῖ[ον]
25 [Θεοδώρου, Λύσ]αν<δ>ρον Ἀριστοκρίτου, Αὐτοκλέ[α]
[— — —, — — —]αΐσκον Θεοδότου, Δράκοντα Κεφά[λου]
[διότι ὑπαρχόν]των πλειόνων ἐνκλημάτων ἀξι[οχρέ]-
[ων κ]αὶ ἰδ[ίων] καὶ δαμοσίων ἐξ ἐτῶν πλειόνω[ν],
[τὰ] μὲν πλ[ε]ῖστα διέλυσαν καλῶς καὶ συμ[φε]-
30 [ρόν]τως τ[ῶ]ι δάμωι, τὰ δὲ διέκριναν δικαίως κα[ὶ]
[κατ]ὰ τοὺς νόμους ὄντες ἀνερίθευτοι, ὧν γεν[ο]-
[μέν]ων συμβαίνει τοὺς πολίτας εἰς ὁμόν[οι]-
[αν κ]αθεστάκειν, στεφανῶσαι δὲ αὐτοὺ[ς]
[χρυ]σῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου, δεδό-
35 [σθαι δ]ὲ̣ κ̣[αὶ πο]λειτείαν Ἑκαταίωι Θεοδώρου
[καὶ ․․․․αΐσκωι] Θεοδότου καὶ αὐτοῖς καὶ ἐκγόνο-
[ις· καὶ ἐ]πειδὴ ὑπάρχει πολιτεία διὰ πρ̣[ο]-
[GO/NWN *LUSA/]NDRWI *)ARISTOKRI/TOU, *AU)TOKLE[I=]
[τοῦ δεῖνος, Δράκο]ν̣τ̣ι̣ Κεφά<λ>ου, [ἦ]μεν δὲ [κα]ὶ προ-
40 [ξένους — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us