| 1 | [ἔδοξε τᾶι] βουλᾶι καὶ τῶι δάμωι, [γνώ]μα προσ[τα]- |
| [τᾶν· ἐπειδὴ Εὐ]ελπίδας Ἀρατίωνος ἐπελθὼν ἐπί | |
| [τε τὰν βο]υλὰν καὶ τὸν δᾶμον ἐμφανίζει τὸν δᾶμο[ν] | |
| [τὸν] Ἰασέων ἔν τε τῶι πρότερον χρόνωι διατε- | |
| 5 | [λεῖ]ν πᾶσαν εὔνοιαν παρεχόμενον τῶι δάμω[ι] |
| [τῶι Κ]αλυμνίων, καὶ νῦν πρεσβευτὰν ἀποστε[λ]- | |
| [λόν]των {²⁷ἀποστε[ι|λάν]των? (addenda)}²⁷ ποθ’ αὑτὸν ἀξιώσοντα δόμεν δικαστὰ[ς] | |
| [ἄνδρα]ς πέντε, οἵτινες παραγενόμενοι εἰς Κά- | |
| [λυμν]αν μάλιστα μὲν διαλυσοῦντι τοὺς δ[ια]- | |
| 10 | [φερομέ]νους τῶν πολιτᾶν, εἰ δὲ μή, διακρινεῦ̣[ν]- |
| [τι, ἀπέστει]λε ἄνδρας καλοὺς κἀγαθούς, οἱ πᾶ- | |
| [σαν σπουδ]ὰν ἐποιήσαντο τοῦ διαλυθέντα[ς <τοὺς πολείτας>] | |
| [τὰ ποθ’ αὑτο]ὺς μεθ’ ὁμονοίας πολιτεύεσθαι, ὅπω̣[ς] | |
| [οὖν ὁ δᾶ]μος ὁ Καλυμνίων φαίνηται χάριν ἀπ̣[ο]- | |
| 15 | [διδοὺς τοῖς] εὐεργετοῦσιν αὐτὸν καὶ πολλοὶ π[ρο]- |
| [αιρῶνται κα]ὶ λέγειν καὶ πράσσειν τὰ δέοντα ὑ[πὲρ] | |
| [τοῦ πλήθ]ους τοῦ Καλυμνίων, εἰδότες ὅτ[ι] | |
| [ὑπαρξεῦντι α]ὐτοῖς τιμαὶ κατάξιαι ὧν κα εὐερ[γε]- | |
| [τήσωντι, δ]εδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ- | |
| 20 | [παινέσαι τὸν δ]ᾶμον τὸν Ἰασέων ἀρετᾶς ἕνεκ[α] |
| [καὶ εὐνοίας ἃ]ν ἔχων διατελεῖ ποτὶ τὸ πλῆθ[ος] | |
| [τὸ Καλυμνί]ων καὶ στεφανῶσαι αὐτὸν χρυ- | |
| [σέωι στεφάνω]ι τῶι ἐκ τοῦ νόμου· ἐπαινέσαι δὲ | |
| [καὶ τοὺς δικαστ]ὰς τοὺς ἀποσταλέντας Ἑκαταῖ[ον] | |
| 25 | [Θεοδώρου, Λύσ]αν<δ>ρον Ἀριστοκρίτου, Αὐτοκλέ[α] |
| [— — —, — — —]αΐσκον Θεοδότου, Δράκοντα Κεφά[λου] | |
| [διότι ὑπαρχόν]των πλειόνων ἐνκλημάτων ἀξι[οχρέ]- | |
| [ων κ]αὶ ἰδ[ίων] καὶ δαμοσίων ἐξ ἐτῶν πλειόνω[ν], | |
| [τὰ] μὲν πλ[ε]ῖστα διέλυσαν καλῶς καὶ συμ[φε]- | |
| 30 | [ρόν]τως τ[ῶ]ι δάμωι, τὰ δὲ διέκριναν δικαίως κα[ὶ] |
| [κατ]ὰ τοὺς νόμους ὄντες ἀνερίθευτοι, ὧν γεν[ο]- | |
| [μέν]ων συμβαίνει τοὺς πολίτας εἰς ὁμόν[οι]- | |
| [αν κ]αθεστάκειν, στεφανῶσαι δὲ αὐτοὺ[ς] | |
| [χρυ]σῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου, δεδό- | |
| 35 | [σθαι δ]ὲ̣ κ̣[αὶ πο]λειτείαν Ἑκαταίωι Θεοδώρου |
| [καὶ ․․․․αΐσκωι] Θεοδότου καὶ αὐτοῖς καὶ ἐκγόνο- | |
| [ις· καὶ ἐ]πειδὴ ὑπάρχει πολιτεία διὰ πρ̣[ο]- | |
| [γόνων Λυσά]νδρωι Ἀριστοκρίτου, Αὐτοκλε[ῖ] | |
| [τοῦ δεῖνος, Δράκο]ν̣τ̣ι̣ Κεφά<λ>ου, [ἦ]μεν δὲ [κα]ὶ προ- | |
| 40 | [ξένους — — — — — — — — — — — — — — — — —] |