[ ] Kalymna Isl. — Sanct. of Apollo — aft. mid-3rd c. BC
See also:
1 [ἔ]δ̣οξε τᾶι βουλᾶι καὶ τῶι δά[μω]ι̣, γ̣νώ[μα προστατᾶν]·
ἐπειδὴ Νικασίδικος Κλ[ει]τί[α? ἐπελθὼν ἐπί τε τὰν βου]-
λὰν καὶ τὸν δᾶμον ἐμφανίζε[ι τὸν δεῖνα τοῦ δεῖνος]
Κυραναῖον εὔνουν ἦμεν τῶι [δάμωι τῶι Καλυμνίων χρείας]
5 παρεχόμενον ἐμ παντὶ καιρῶι κ[αὶ κοινᾶι τᾶι πόλει καὶ ἰδίαι τοῖς]
ἐντυγχάν[ου]σ[ι]ν τῶν πολιτᾶν, [ὅπως οὖν καὶ ὁ δᾶμος φαίνηται]
τοῖς εἰς αὐτ[ὸ]ν προθυμίας μηθὲ[ν ἐνλείπουσι καταξίας]
χάριτας ἀ[πο]διδοὺς τῶν εὐε[ργετημάτων, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι]
δάμωι πολί[τ]αν εἶμεν Καλυμν̣[ίων τὸν δεῖνα τοῦ δεῖνος]
10 Κυραναῖ[ον κ]αὶ αὐτὸν καὶ ἐκγό[νους, μετέχοντας πάντων ὧμπερ]
καὶ τοὶ ἄλλοι [Κα]λύμνιοι μετέχ[οντι· ἐπικλαρῶσαι δὲ αὐτὸν καὶ]
ἐπὶ φυ̣λ[ὰ]ν [καὶ δ]ᾶμον τοὺς πρ[οστάτας· ἔλαχε φυλᾶς — — — —]
δ̣ᾶ̣ν̣, δάμο̣υ̣ Σ̣καλιωδᾶν· ἀνα[γράψαι δὲ ταῦτα εἰς στάλαν]
λιθίναν κ[αὶ] θ̣έμεν ἐς τὸ ἱερὸν [τοῦ Ἀπόλλωνος· τᾶς δὲ ἀναγρα]-
15 φᾶς ἐπιμεληθήτωσαν τοὶ πρ̣[οστάται].
                vacat
16 [ἔ]δοξε τᾶι βουλᾶ[ι καὶ τ][ι δάμωι — — — — — — — — — —]
Search Help
Contact Us