1
|
[— — — τοῖς ἐντυγ]χ̣ά̣[νουσι τῶ]-
|
|
[ν πολιτᾶ]ν χρείας παρεχό̣[μεν]-
|
|
[ον] ἀπροφασίστως οὐθὲν ἐλλ-
|
|
είποντα προθυμίας, ὅπως οὖ-
|
5
|
ν καὶ ὁ δᾶμος φαίνηται τιμῶν
|
|
τοὺς αὐτὸν εὐεργετοῦντας
|
|
καὶ πολλοὶ τὰν αὐτὰν αἵρεσιν
|
|
ἔχωντι εἰς τὰ χρήσιμα τᾶι πόλ-
|
|
ει, εἰδότες ὅτι ὑπαρξεῖ αὐτοῖς
|
10
|
παρὰ τοῦ πλήθους τοῦ Καλυ-
|
|
μνίων πάντα τὰ φιλάνθρωπα
|
|
κατὰ δύναμ[ιν] τ̣ῶν εὐεργετη-
|
|
μάτων ∶ δε̣δ̣ό̣χ̣θ̣α̣ι̣ Θ̣ευκλῆ Ἀ-
|
|
ριστίωνος Ἁ[λικαρν]α̣σσῆ πο-
|
15
|
λίταν ἦμεν κ̣α̣ὶ̣ αὐτὸν καὶ ἐγ-
|
|
γόνους, με[τέχ]ο̣ντας πάν-
|
|
των ὧν καὶ τ[οὶ λοιπο]ὶ μετέ-
|
|
χοντι πολῖτα[ι· ἐπ]ι̣κλαρῶσαι
|
|
[δ]ὲ αὐτὸν καὶ ἐ̣π̣ὶ φυλὰν καὶ
|
20
|
δᾶμον τοὺς προστάτας· ἀ-
|
|
ναγράψαι δὲ τὸ ψάφισμα τό-
|
|
δε εἰς στάλαν λιθίναν καὶ θέ̣-
|
|
[μ]εν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλω-
|
|
[ν]ος, τᾶς δὲ ἀναθέσιος ἐπ[ι]-
|
25
|
[με]ληθῆμεν ∶ Πίμφωνα Εὐ[κλ]-
|
|
[εῦ]ς̣ ∶ ἔλαχε φυλὰν Κυ[δ]ρη[λεί]-
|
|
[ου]ς, δᾶμον Μέσον.
|