1
|
․․․․․․․․ΙΑ[— — δεδόχθαι τᾶι βου]-
|
|
[λᾶι κ]αὶ τῶι δάμω[ι· ἐπαινέσαι]
|
|
[αὐ]τὸν ἀρετᾶς ἕνε[κα καὶ εὐνοί]-
|
|
[ας] ἃν ἔχων διατελ[εῖ πρὸς τὸν]
|
5
|
δ̣ᾶμον τὸν Καλυμνίων̣, [ἦμεν]
|
|
δὲ αὐτὸν πολίταν Καλυμ̣[νί]-
|
|
[ω]ν καὶ αὐτὸν καὶ ἐγγόνους μ[ε]-
|
|
[τ]έχοντας πάντων ὧν καὶ
|
|
τοὶ ἄλλοι Καλύμνιοι μετέ-
|
10
|
χ̣οντι· ἐπικλαρῶσαι δὲ αὐτὸν
|
|
καὶ ἐπὶ φυλὰν καὶ δᾶμον τοὺς
|
|
προστάτας· ἔλαχε φυλᾶς Θευ-
|
|
γενιδᾶν, δάμου Ποθαίων· ἀν[α]-
|
|
[γ]ράψαι δὲ τὸ ψάφισμα εἰς στά-
|
15
|
[λ]αν λιθίναν [κ]α̣ὶ̣ θέμεν εἰς τὸ ἱε-
|
|
[ρὸ]ν τοῦ Ἀπόλλωνος εἰς τόπον τὸν
|
|
[ἐ]πιφανέστατον· τᾶς δὲ ἀναγρα-
|
|
φᾶς καὶ ἀναθέσεως ἐπιμεληθέν-
|
|
τω τοὶ προστάται.
|