[ ] Kalymna Isl. — Sanct. of Apollo — ca. mid-3rd c. BC
See also:
1 ․․․․․․․․ΙΑ[— — δεδόχθαι τᾶι βου]-
[λᾶι κ]αὶ τῶι δάμω[ι· ἐπαινέσαι]
[αὐ]τὸν ἀρετᾶς ἕνε[κα καὶ εὐνοί]-
[ας] ἃν ἔχων διατελ[εῖ πρὸς τὸν]
5 δ̣ᾶμον τὸν Καλυμνίων̣, [ἦμεν]
δὲ αὐτὸν πολίταν Καλυμ̣[νί]-
[ω]ν καὶ αὐτὸν καὶ ἐγγόνους μ[ε]-
[τ]έχοντας πάντων ὧν καὶ
τοὶ ἄλλοι Καλύμνιοι μετέ-
10 χ̣οντι· ἐπικλαρῶσαι δὲ αὐτὸν
καὶ ἐπὶ φυλὰν καὶ δᾶμον τοὺς
προστάτας· ἔλαχε φυλᾶς Θευ-
γενιδᾶν, δάμου Ποθαίων· ἀν[α]-
[γ]ράψαι δὲ τὸ ψάφισμα εἰς στά-
15 [λ]αν λιθίναν [κ]α̣ὶ̣ θέμεν εἰς τὸ ἱε-
[ρὸ]ν τοῦ Ἀπόλλωνος εἰς τόπον τὸν
[ἐ]πιφανέστατον· τᾶς δὲ ἀναγρα-
φᾶς καὶ ἀναθέσεως ἐπιμεληθέν-
τω τοὶ προστάται.
Search Help
Contact Us