a.1
|
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
|
|
Θεύπομπος Θηβάδα εἶπεν· ἐπει-
|
|
δὴ Μητρόδωρος Ἀττάλου Καρδι-
|
|
ανὸς ἀνὴρ καλὸς καὶ ἀγαθὸς καὶ
|
5
|
εὔνους ὢν διατελεῖ τῶι δά-
|
|
μωι τῶι Καλυμνίων χρείας πα-
|
|
ρεχόμενος ἐν παντὶ καιρῶι
|
|
καὶ κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυν-
|
|
χάνουσι τῶν πολιτᾶν, δεδό-
|
10
|
χθαι τῶι δάμωι· ἦμεν πολίταν
|
|
Μητρόδωρον ἐν Καλύμναι, καὶ
|
|
ἔγκτησιν <ἦμεν> καὶ αὐτῶι καὶ ἐγγό-
|
|
νοις, μετέχουσι πάντων ὧν-
|
|
περ καὶ τοὶ ἄλλοι Καλύμνιοι με-
|
15
|
τέχοντι· ἐπικλαρῶσαι δὲ αὐ-
|
|
τὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶμον· ἔ-
|
|
λαχε φυλᾶς Θευγενιδᾶν, δά-
|
|
μου Ποθαίων· ταῦτα δὲ ἀναγρά-
|
|
ψαι εἰς στάλαν λιθίναν καὶ θέ-
|
20
|
μεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος·
|
|
τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθή-
|
|
τω Θεύπομπος Θηβάδα.
|
|
vacat
|
b.23
|
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμω[ι],
|
|
Βλόσων Σωσαγγέλου εἶπεν· [Ἀ]-
|
25
|
θήναιον Ἀπολλωνίου Βαργ̣[υλι]-
|
|
ήτην εὔνουν ἦμεν τῶι δ[άμωι]
|
|
τῶι Καλυμνίων χρείας παρ[εχό]-
|
|
μενο<ν> ἐν παντὶ καιρῶι καὶ [κοι]-
|
|
νᾶι καὶ ἰδίαι τοῖς ἐντυνχά[νουσι]
|
30
|
τῶν πολιτᾶν, δεδόχθαι τῶι δ̣[ά]-
|
|
μωι· ἦμεν πολίταν Ἀθήναιον
|
|
ἐν Καλύμναι καὶ αὐτὸν καὶ ἐγγό-
|
|
νους, μετέχοντας πάντων ὧν-
|
|
περ καὶ τοὶ ἄλλοι Καλύμνιοι μετέ-
|
35
|
[χ]οντι· ἐπικλαρῶσαι δὲ αὐτὸν καὶ
|
|
ἐπὶ φυλὰν καὶ δᾶμον· ἔλαχε
|
|
φυλᾶς Κυδρηλείων, δάμου
|
|
[Μ]έσου· ταῦτα δὲ ἀναγράψαι
|
|
ε̣ἰς στάλαν λιθίναν καὶ θέμεν
|
40
|
εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς
|
|
δὲ ἀναγραφᾶς ἐπιμεληθῆμεν
|
|
[Βλ]όσωνα Σωσαγγέλου.
|