[ ]
Kalymna Isl. — Sanct. of Apollo — mid-3rd c. BC — cf. SEG 44.696 (date)
See also:
1 | [ἔ]δοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προσ[τατᾶν]· |
[ἐπ]ειδὴ ὁ δᾶμος ὁ Ἰα[σέ]ων εὔνους ὢν ἔν τ[ε τῶι] | |
[πρ]ότερον χρόνωι διε[τέλ]ει Καλ[υμν]ίοις, κ̣α̣ὶ̣ [νῦν τὰν] | |
[αὐτ]ὰ̣[ν] αἵ[ρε]σιν ἔχω[ν, περὶ] δ̣ι̣κ̣[αστηρ]ί̣ο̣υ̣ ποτ’ αὐ- | |
5 | [τὸν] ἀποσταλέντο[ς ὑ]πὸ τοῦ δάμου πρεσβ[ευτᾶ] |
[Πρ]ωτοφάνους, τὰμ π̣ά̣σ̣α̣ν̣ σ̣πουδ[ὰν π]οιησάμε[νος] | |
[ἀ]πέστειλεν [δ]ικ̣[αστὰς ἄνδρας ἐ]πιεικεῖς καθό[τι] | |
[ὁ δ]ᾶμος ἀξίου, οἵτινες π̣αρα̣γ̣ε̣νόμενοι τὰ μ̣[ὲν] | |
[πλ]ε̣ῖ̣[στα διέλυσαν πείσαντες τοὺ]ς ἀ̣ν̣τ̣ι̣δ̣[ίκους], | |
10 | [διέ]κρινα[ν δὲ τἄλλα δικαίως ὄν]τες ἀνε̣ρ̣[ίθευτοι], |
[ὅπ]ως οὖν̣ [ὁ δᾶμος φαίνηται] τοῖ[ς καλ]οῖ̣[ς καὶ] | |
[ἀγ]αθοῖς [κ]α̣ὶ̣ δ̣ι̣κ̣α̣ί̣ο̣ι̣[ς ἀνδράσι ἐ]μ̣ π̣ᾶ̣σ̣ι τ̣ο̣ῖ̣[ς καιροῖς] | |
[εὐ]χάρισ[τ]ος ὤν, [δεδόχθ]α̣ι̣ τ̣ᾶ̣ι̣ βουλᾶι [καὶ τῶι] | |
[δ]άμωι· ἐ[παιν]έσαι τὰ[μ] πόλ[ι]ν̣ τὰν Ἰασέων [καὶ] | |
15 | [σ]τεφανῶσαι χρυσέωι στεφάνωι ὅσωι [κύ]ρ̣[ιός] |
[ἐσ]τιν ὁ δᾶμος, ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσ[τα]- | |
[λέ]ντας ἄνδρας Μεν[— — — — — — — —]οντ̣ο̣ς̣ | |
[Με]νέδημον Ε̣ὐ̣ε̣[— — — — — — — — —] Λέοντο[ς], | |
[καὶ] στεφανῶσ[αι αὐτοὺς χρυσέωι στεφά]νωι τ̣[ῶι] | |
20 | [ἐκ τ]οῦ νόμου, ἦ̣[μεν δὲ καὶ αὐτοὺς πολίτας, α]ὐ̣[τοὺς] |
[καὶ ἐ]κγόνου[ς, μετέχοντας πάντων ὧμπερ καὶ τοὶ] | |
[Κα]λύμνιοι με̣[τέχοντι· ἐπικλαρῶσαι δὲ αὐτοὺς ἐπὶ] | |
[φυ]λὰν καὶ [δᾶμον τοὺς προστάτας. ὅπως δὲ καὶ Ἰασεῖς εἰ]- | |
[δῶ]ντι ἐν Κ̣[αλύμναι καταξίως τετιμῆσθαι αὐτούς], | |
25 | [πρ]εσβε[υτὰν αἱρεῖσθαι ἐκ πάντων ἕνα, ὅστις] |
[ἀ]φικόμε[νος ἐς τὸν δᾶμον τὸν Ἰασέων παρακαλέσει] | |
[αὐ]τοὺς [ἀποδέξασθαί τε τὰς διδομένας τιμὰς] | |
[αὐ]το[ῖς ὑπὸ τοῦ δάμου, καὶ ἐπιμελεῖσθαι ὅπως] | |
[ἀν]αγγέ[λλωνται τοὶ ἐψαφισμένοι στέφανοι καὶ] | |
30 | [πα]ρ’ αὐτοῖς, [ὅπως δὲ καὶ τὸ ψάφισμα ἀναγραφῆι παρ’] |
[αὐ]τοῖς ἐ[ν ἐπιφανεστάτωι τόπωι. ἐν Καλύμναι δὲ] | |
[τὸ]ν̣ ἀγωνο̣[θέταν τὰν ἀναγγελίαν ποιεῖσθαι ὅταν] | |
[γί]ν̣<ω>νται [τοὶ ἀγῶνες ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος ἐν] | |
[τᾶι] τε πόλει κ̣α̣[ὶ ἐπὶ ταῖς ἐνιαυσίαις εὐ]χαῖς ἐν το[ῖς] | |
35 | [ἱερ]οῖς τῶν δάμ[ων. ἀναγράψαι δὲ τὸ] ψάφισμα εἰ[ς] |
[στ]άλαν λιθί[ναν καὶ ἀνα]θείμεν εἰς τὸ ἱερὸν τοῦ [Ἀ]- | |
[πόλ]λωνος. [τᾶς δὲ ἀναγραφ]ᾶς ἐπιμεληθῆμ[εν] | |
[Πρ]ωτοφάνη Χ̣α̣[ιρεφάνου]. ἔλαχον φυλὰν Ἱ̣π̣[πα]- | |
[σ]ίδας, δᾶμ̣[ον — — — —]ς. χρ̣όνος τῶι αἱρεθ̣έ̣[ντι] | |
40 | [ἁμέ]ραι δέ̣κ̣α [ἔστωσαν. πρεσ]βευτὰς αἱρέθ[η] |
Π[ρωτ]οφ[άνης] Χαιρεφάνου. |