1
|
Ἀπολλωνίδας Σύρνω-
|
|
νος εἶπεν· ἐπειδὴ Ἀρίστων
|
|
Ἀρισταγόρα Ἀμαθούσι-
|
|
ος χρείας παρέχεται Κα-
|
5
|
λυμνίων τοῖς ἐντυγχά-
|
|
νουσιν ἀπροφασίστως με-
|
|
τὰ πάσας εὐνοίας, ἔδοξε
|
|
τῶι δάμωι τῶι Καλυμνίων
|
|
δεδόσθαι Ἀρίστωνι ἐν
|
10
|
Καλύμναι πολιτείαν καὶ
|
|
αὐτῶι καὶ ἐγγόνοις, με-
|
|
τέχουσι πάντων ὧμπερ
|
|
καὶ τοὶ ἄλλοι Καλύμνιοι με-
|
|
τέχοντι, ἐπικλαρῶσαι δὲ αὐ-
|
15
|
τὸν καὶ ἐπὶ φυλὰν ἤδη καὶ δᾶ-
|
|
μον· ἔλαχε φυλᾶς Κυδρηλεί-
|
|
ων, δάμου Περαιώτα. ὅπως εἰς
|
|
πάντα τὸν χρόνον φανερὸν ὑ-
|
|
πόμναμα τᾶς δόσιος ὑπάρχηι, ἀ-
|
20
|
ναγράψαι δὲ τόδε τὸ ψάφισμα εἰς
|
|
στάλαν καὶ θέμεν εἰς τὸ ἱερὸν
|
|
τοῦ Ἀπόλλωνος· τᾶς δὲ ἐπι-
|
|
γραφᾶς ἐπιμεληθῆμεν Ἀπολ-
|
|
λωνίδαν Σύρνωνος.
|