[ ] Kalymna Isl. — Sanct. of Apollo — bef. mid-3rd c. BC
See also:
1 Ἀπολλωνίδας Σύρνω-
νος εἶπεν· ἐπειδὴ Ἀρίστων
Ἀρισταγόρα Ἀμαθούσι-
ος χρείας παρέχεται Κα-
5 λυμνίων τοῖς ἐντυγχά-
νουσιν ἀπροφασίστως με-
τὰ πάσας εὐνοίας, ἔδοξε
τῶι δάμωι τῶι Καλυμνίων
δεδόσθαι Ἀρίστωνι ἐν
10 Καλύμναι πολιτείαν καὶ
αὐτῶι καὶ ἐγγόνοις, με-
τέχουσι πάντων ὧμπερ
καὶ τοὶ ἄλλοι Καλύμνιοι με-
τέχοντι, ἐπικλαρῶσαι δὲ αὐ-
15 τὸν καὶ ἐπὶ φυλὰν ἤδη καὶ δᾶ-
μον· ἔλαχε φυλᾶς Κυδρηλεί-
ων, δάμου Περαιώτα. ὅπως εἰς
πάντα τὸν χρόνον φανερὸν ὑ-
πόμναμα τᾶς δόσιος ὑπάρχηι, ἀ-
20 ναγράψαι δὲ τόδε τὸ ψάφισμα εἰς
στάλαν καὶ θέμεν εἰς τὸ ἱερὸν
τοῦ Ἀπόλλωνος· τᾶς δὲ ἐπι-
γραφᾶς ἐπιμεληθῆμεν Ἀπολ-
λωνίδαν Σύρνωνος.
Search Help
Contact Us