1
|
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
|
|
γνώμα προστατᾶν· ἐπειδὴ Ἑρμό-
|
|
λυκος Καλλισθένευς ἐπελθὼν
|
|
ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμον
|
5
|
ἐμφανίζει Ἀνδρόνικον Μενε-
|
|
[κ]λ̣εῦς Κνίδιον εὔνουν ἦμεν τῶι
|
|
[δά]μ̣ωι τῶι Καλυμνίων καὶ τοῖς ἐν-
|
|
[τυνχά]νουσι τῶν πολιτᾶν χρείας
|
|
[παρεχόμεν]ο<ν> ἀπροφασίστως κατὰ
|
10
|
[δύναμιν τὰν α]ὐτοῦ οὐθὲν ἐλλείπον-
|
|
τ̣α̣ [προ]θ̣υμίας̣, ὅ̣π̣ω̣ς οὖν φαίνηται ὁ δ[ᾶ]-
|
|
μος τιμ[ῶ]ν τοὺς εὐεργετεῖν 〚․․․․․〛
|
|
προαιρουμένους αὐτόν, κα̣ὶ̣ τοὶ αἱρο[ύ]-
|
|
μενοι τὰς χρείας [π]αρέχεσθαι τ[ῶι δά]-
|
15
|
μωι τῶι Καλυμνίων εἰδῶντι ὅτι ὑπ[αρ]-
|
|
ξεῖ αὐτοῖς πάντα τὰ τίμια παρὰ τοῦ̣
|
|
πλήθους τοῦ Καλυμνίων κατὰ δύνα-
|
|
μιν τὰν αὐτῶν, ἀγαθᾶι τύχαι, δεδό-
|
|
χθαι τῶι <δ>άμωι· πολίταν ἦμεν Ἀνδρό-
|
20
|
[ν]ι̣κον Μενεκλεῦς Κνίδιον καὶ αὐτὸν
|
|
καὶ ἐκγόνους μετέχοντας πάντων
|
|
ὧνπερ καὶ τοὶ ἄλλοι Καλύμνιοι· ἐπικλα̣-
|
|
ρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶ-
|
|
μον· τοὺς δὲ προστάτας ἀναγράψαι τὸ
|
25
|
ψάφισμα εἰς στάλαν λιθίναν καὶ θέ-
|
|
μεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς
|
|
δὲ ἀναθέσεως καὶ τᾶς ἀναγραφᾶς ἐ-
|
|
πιμεληθῆμεν Ἑρμόλυκον Καλλισθέ-
|
|
νευς· ἐπεκλαρώθη ἐπὶ φυλὰν καὶ δᾶ-
|
30
|
[μ]ον· ἔλαχε φυλᾶς Κυδρηλείων, δάμου
|
|
Ἀμφιπετρᾶν.
|