1
|
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά[μωι],
|
|
γνώμα προστατᾶν· ἐπειδὴ Ἀ-
|
|
γοράναξ Ἀγορακλεῦς ἐπελθὼ-
|
|
ν ἐπί τε τὰν βουλὰν καὶ τὸν δᾶ-
|
5
|
μον ἀξιῶι τὸν υἱὸν αὑτοῦ τὸν
|
|
πρόγονον Ἀγορακλῆ ποιήσασ-
|
|
θαι πολίταν, δεδόχθαι τᾶι βουλᾶ[ι]
|
|
[κ]αὶ τῶι δάμωι, Ἀγορακλῆ τὸν υἱ-
|
|
[ὸ]ν τὸν πρόγονον τὸν Ἀγοράνα-
|
10
|
[κ]τος πολίταν ἦμεν Καλυμνί-
|
|
ων καὶ αὐτὸν καὶ ἐγγόνους, φυ-
|
|
λὰν δὲ αὐτῶι ὑπάρχειν καὶ
|
|
συγγένειαν, ἇν καὶ τῶι πατρὶ
|
|
μέτεστι Ἀγοράνακτι· τὸ δὲ ψά-
|
15
|
φισμα τόδε ἀναγράψαι εἰς στά-
|
|
[λ]αν [λι]θ̣ί̣ν̣α̣ν̣ κ̣α̣[ὶ] θέμεν εἰς [τὸ] ἱ-
|
|
[ερὸν τοῦ Ἀπόλλωνος — — — — —]
|