1
|
ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι,
|
|
γνώμα προστατᾶν· ἐπειδὴ Νικό-
|
|
στρατος Νικοφάντου ἐμφανίζε[ι]
|
|
Μοσχίωνα Μοιρίχου Θηραῖον εὔ-
|
5
|
νουν ἦμεν τῶι δάμωι, καὶ νῦν τοῖς
|
|
τεταγμένοις τῶν πολιτᾶν
|
|
ἐν Μώγλοις εἰς ἃ παρεκάλουν
|
|
αὐτὸν χρείας παρεισχέσθαι αὐτοῖς
|
|
μετὰ πάσας προθυμίας ἀπροφα-
|
10
|
σίστως· ὅπως οὖν ὁ δᾶμος φαίνη-
|
|
ται χάριν ἀποδιδοὺς τοῖς εἰς αὐτὸν
|
|
προθυμίας μηθὲν ἐνλείπουσι καὶ
|
|
πολλοὶ προαιρῶνται εὐεργετεῖν
|
|
τὸν δᾶμον, εἰδότες ὅτι ὑπαρξεῦν-
|
15
|
τι αὐτοῖς τιμαὶ παρὰ τοῦ δάμου
|
|
καταξίαι ὧν κα εὐεργετήσωντι,
|
|
ἦμεν δὲ αὐτῶι ἐν Καλύμναι
|
|
πολιτείαν ἔνκτησιν ἰσοτέλειαν
|
|
προεδρίαν καὶ αὐτῶι καὶ ἐγγόνοις,
|
20
|
ἐπ̣ικλαρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυ-
|
|
λὰν καὶ δᾶμον τοὺς προστάτας·
|
|
ἔλαχε φυλᾶς Περφιδᾶν, δάμου
|
|
Ποθαίων. ἀναγράψαι δὲ τόδε τὸ ψά-
|
|
[φισμ]α̣ ε̣ἰ̣ς̣ σ̣τ̣ά̣λ̣α̣ν̣ [λι]θ[ίναν] κ̣α̣ὶ̣ ἀ̣-
|
25
|
[ναθέμεν εἰς τὸ ἱαρ]ὸ̣ν̣ [τοῦ] Ἀ̣πόλλω-
|
|
[νος — — — — — — — — — — — — —]
|