[ ] Kalymna — Fanum Apollinis? — early 3rd c. BC
1 γνώμα προστατᾶν· ἐπειδὴ Ἑκατώνυμος
Πρυτάνιος Μιλήσιος ἔκ τε τῶν ἔμπροσθεν
χρόνων εὔνους ὢν διατελεῖ τῶι δάμωι τῶι
Καλυμνίων, καὶ νῦν φευγόντων ἁμῶν δί-
5 καν ὑπὸ τῶν Διαγόρα παίδων καὶ Φιλίνου,
κινδυνευόντων περὶ τᾶς πατρίδος, πα-
ραγενόμενος μετάπεμπτος τάν τε λο̣[ι]-
PA\N EU)/NOIAN P?[AREI=XE PRO\]S TO\N DA=-
μον, σ̣υ̣[ν]ά̣γ̣ο̣[ρος δὲ τῶι δάμω]ι κα-
10 τασταθεὶς ἐπὶ [τὸ δ]ικαστήριον [τὸ ἀ]-
ποδειχθὲν [ἁ]μ̣ῖν ὑ̣π̣ὸ Κ̣ν̣[ιδ]ί̣ω̣[ν καὶ κα]-
τὰ τὸ βασιλέως̣ [διάτ]αγμα Δαματρί[ου],
ὑπέρ τε τῶν δικ[αίω]ν διελέγετο τὰ
ἐνκλήματα λύ̣[ων] τὰ ἐπιφερόμενα,
15 καὶ ἐκώλυσε συ[κοφα]ντ[ίσ]αι τὰμ π[ό]-
λιν, συμπείσα[ς τὸ Κ]νιδίων δικαστή-
ριον τὰ δίκ̣α̣ια [π]άν̣[τα, συν]σταθεὶς με-
τ’ ἀμέων ἐπὶ τ[οὺ]ς τᾶς πατρίδος ἐ̣ναν-
τίους, δεδόχ[θ]αι τῶι δάμωι, ὅπως πάν-
20 τες εἰδῶντι διό̣τ̣ι Καλύμνιοι ἐπίσ-
τανται τὰς χάρι[τ]ας ἀποδιδόμεν
τοῖς εὐεργέτα̣ι̣ς, ἦμεν δὲ πολίτ-
[α]ν Ἑκατώνυμ[ον] Π̣ρυ[τά]ν̣ι̣ο̣[ς] Μιλ[ήσιον]
25 [τοῦ] δάμου τοῦ Κ̣αλυ[μνίω]ν· ἔγ[κτησ]-
[ιν δὲ κ]αὶ πρ̣οε[δρίαν καὶ πάν]τ̣ω̣ν [ἀτέ]-
[λειαν ἦμεν αὐτῶι — — — — — — — — —]
Search Help