[ ] Kos Isl. — Kos — 3rd c. BC
1 ․․ν̣α̣ι̣· ἐ̣π[ι]κ̣ληρῶσ̣α̣ι̣ δὲ α̣[ὐτὸν ἐπὶ φυλὰν καὶ δᾶ]-
[μ]ον τὸς δαμάρχος· ἀναγράφ̣[εν δὲ τὸ ψάφισμα τόδε]
[ἐς] στάλαν καὶ ἀναθέμεν ἐς τ[ὸ] ἱερὸν τοῦ Ἀ̣[πόλλω]-
[νο]ς τοῦ Δαλίο̣υ̣ τοῦ ἐγ Καλύμναι· τᾶς δὲ ἀ[ναγρα]-
5 φᾶς καὶ τοῦ [στεφάνου ἐπι]μελη̣θ̣έ̣μεν τὸς [δαμάρ]-
χος. ἑλέ[σθαι δὲ καὶ] ἄ̣ν̣δρα [ἐκ] πάντων ἕνα, ὁ δὲ [αἱρε]-
[θ]εὶς τό τε ψά[φισμα ἐπε]νεγκάτω καὶ τὸν στέφα[νον],
[κ]αὶ ἐπελθὼν ἐπ[ὶ τὰμ β]ουλὰν καὶ τὰν ἐκλησ[ίαν {²⁶ἐκκλησίαν}²⁶ πα]-
[ρ]ακα[λείτ]ω τὸς πολίτας ἐπιμέλειαν ποιή̣[σασθαι]
10 [ὅ]πως ἀναγγελῆ ὁ στέφανος καὶ οὗ ἕνεκα [τετίμα]-
[τ]αι Πραξαγόρας Νικάρχου ἔν τε τῶι ἀγῶ[νι τῶν Διο]-
νυσίων καὶ ἐν τῶι γυμνικῶι τῶμ μεγάλω̣[ν Ἀσκλαπι]-
είων, καὶ ὅπως ἀναγρφ]ὲν τὸ ψά[φισμα εἰς στά]-
[λαν] λ̣ι̣θ̣[ί]ν̣[αν — — — — — — — — — — — — —]
Search Help
Contact Us