[ ] Kos Isl. — Antimachia — 2nd c. BC — BCH 5 (1881) 238, 26 — SGDI III,1 3720 — cf. SEG 48.1112 (date)
See also:
1 [ἐπὶ] μ[ο]νάρχου [Φ]α̣[ι]νίπ̣[που], μ[ηνὸ]ς Πανάμου ἀμφεικάδι·
[ἔδ]οξε τοῖς φυλέται[ς· ἐπ]ε̣ι[δὴ] Περικλῆς Νικάρχου αὐ̣[τὸς]
[ὑ]π[ομ]είνας ἀρχεύειν τάς τε θυσίας ἐξέθυσε τοῖς θεο[ῖς]
μεγαλομερῶς καὶ ἀξίως αὑτοῦ τε καὶ τ[ῶ]ν φυλετᾶν, [ποη]-
5 σά[μεν]ος αὐτῶν καὶ τὰν ὑποδοχὰν φιλοδόξως καὶ ε[ὐνό]-
ως, βουλόμενος ἐναποδ[ε]κ[ν]υσθαι τὰν ποτ’ αὐτὸς εὔ-
νο[ιαν]· ὅπως οὖν καὶ τοὶ φυλέται φαίνωνται ἐπισαμ[αιν]ό-
[μ]ενοι καὶ τιμῶντες τὸς ἀγαθὸς τῶν ἀνδρῶν ἐπί τε τ[ᾶι]
[ποτ]ὶ τὸς θεὸς εὐσεβείαι καὶ τᾶι ποτ’ αὐτὸς εὐνοίαι τε κα[ὶ]
10 [φιλ]οδοξίαι, τοί τε λοιποὶ τοὶ [μ]ετὰ ταῦτα αἱρεύμενοι [ἀρχ]-
εύοντες θεωρεῦντες τὰν παρὰ τῶν φυλετᾶν ἐπ[ισα]μα[σία]-
ν τε καὶ εὔνοιαν πολὺ προθυμότεροι γίνωνται, [δεδ]όχ̣θ̣[αι κ]-
υρωθέντος το[ῦδ]ε τοῦ ψαφίσματος ἐπαινέσαι καὶ στεφ[αν]-
ῶσαι αὐτὸν στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν {⁸10}⁸. [ἀρετᾶς]
15 [ἕ]νεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς· ἀποδότω δὲ [αὐτῶ]ι ὁ
ταμίας καὶ τὸν στέφ[ανον] τὸν κατὰ τὸν νόμον Η̣[․]Ι[․· ἦ]-
μ̣εν δὲ αὐτῶι καὶ εἴ κα [δ]ήληται ἀναγράψαντα τόδε τὸ [ψά]-
[φισ]μα ἐς στάλαν λιθίναν ἀναθέμεν παρὰ τὸς [β]ωμὸς
[τ]ὸς πατρίος. ψᾶφοι ἐπιδιδοῦσαι τὸν στέφανον [{⁸200?}⁸]{⁸10}⁸[․․],
20 [ἐ]ναν̣[τί]α̣ οὐδεμία.
Search Help
Contact Us