[ ]
Kos Isl. — Antimachia — 2nd c. BC — BCH 5 (1881) 238, 26 — SGDI III,1 3720 — cf. SEG 48.1112 (date)
See also:
1 | [ἐπὶ] μ[ο]νάρχου [Φ]α̣[ι]νίπ̣[που], μ[ηνὸ]ς Πανάμου ἀμφεικάδι· |
[ἔδ]οξε τοῖς φυλέται[ς· ἐπ]ε̣ι[δὴ] Περικλῆς Νικάρχου αὐ̣[τὸς] | |
[ὑ]π[ομ]είνας ἀρχεύειν τάς τε θυσίας ἐξέθυσε τοῖς θεο[ῖς] | |
μεγαλομερῶς καὶ ἀξίως αὑτοῦ τε καὶ τ[ῶ]ν φυλετᾶν, [ποη]- | |
5 | σά[μεν]ος αὐτῶν καὶ τὰν ὑποδοχὰν φιλοδόξως καὶ ε[ὐνό]- |
ως, βουλόμενος ἐναποδ[ε]ίκ[ν]υσθαι τὰν ποτ’ αὐτὸς εὔ- | |
νο[ιαν]· ὅπως οὖν καὶ τοὶ φυλέται φαίνωνται ἐπισαμ[αιν]ό- | |
[μ]ενοι καὶ τιμῶντες τὸς ἀγαθὸς τῶν ἀνδρῶν ἐπί τε τ[ᾶι] | |
[ποτ]ὶ τὸς θεὸς εὐσεβείαι καὶ τᾶι ποτ’ αὐτὸς εὐνοίαι τε κα[ὶ] | |
10 | [φιλ]οδοξίαι, τοί τε λοιποὶ τοὶ [μ]ετὰ ταῦτα αἱρεύμενοι [ἀρχ]- |
εύοντες θεωρεῦντες τὰν παρὰ τῶν φυλετᾶν ἐπ[ισα]μα[σία]- | |
ν τε καὶ εὔνοιαν πολὺ προθυμότεροι γίνωνται, [δεδ]όχ̣θ̣[αι κ]- | |
υρωθέντος το[ῦδ]ε τοῦ ψαφίσματος ἐπαινέσαι καὶ στεφ[αν]- | |
ῶσαι αὐτὸν στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν {⁸10}⁸. [ἀρετᾶς] | |
15 | [ἕ]νεκα καὶ εὐνοίας τᾶς εἰς αὐτούς· ἀποδότω δὲ [αὐτῶ]ι ὁ |
ταμίας καὶ τὸν στέφ[ανον] τὸν κατὰ τὸν νόμον Η̣[․]Ι[․· ἦ]- | |
μ̣εν δὲ αὐτῶι καὶ εἴ κα [δ]ήληται ἀναγράψαντα τόδε τὸ [ψά]- | |
[φισ]μα ἐς στάλαν λιθίναν ἀναθέμεν παρὰ τὸς [β]ωμὸς | |
[τ]ὸς πατρίος. ψᾶφοι ἐπιδιδοῦσαι τὸν στέφανον [{⁸200?}⁸]{⁸10}⁸[․․], | |
20 | [ἐ]ναν̣[τί]α̣ οὐδεμία. |