[ ]
Kos Isl. — Antimachia?: Ag. Marina — 3rd c. BC — BCH 7 (1883) 481, 4 — SGDI III,1 3719 — cf. Ancient Cos (1978) 183, n. 54 (date)
See also:
1 | [— — — — — — — — — — — — — —]Ιε[—]α̣νδι[—] |
[τὸ ψάφισμ]α̣ τὸ κυρωθὲν ἐπ’ Ἀριστοφάνευς | |
[․․․․․․δε]κάται· Κλεῖνος Κληναγόρα, Μικίων̣ | |
[․․․․]δάμου εἶπαν ∶ ἐπειδὴ Φίλιππος Φιλίστευ[ς] | |
5 | [καὶ Ν]ικίας Ἀριστοκλείδα γενόμενοι ἱεροταμί[αι] |
[π]ολλὰς καὶ μεγάλα̣ς παρέσχηνται χρείας | |
[τ]ῶι δάμωι, τῶν τε χρημάτων ὧν ὤφειλε ἁ πόλι[ς] | |
ἀποδοθέντων ἐπὶ τᾶς αὐτῶν ἀρχᾶς προενοή[θη]- | |
σαν ὅπως δανεισθῇ ἐπὶ ὑποθέμασιν ἀξιοχρέοι[ς], | |
10 | χρήματά τε ἐκ τῶν ἰδίων προεισήνεγκαν ὅπω[ς] |
ταὶ πόθοδοι ἐπαυξηθῶντι τῶι δάμωι καὶ ταὶ θυ̣- | |
σίαι συντελῶνται τοῖς θεοῖς, καὶ τᾶι ὑποδοχᾶ[ι] | |
τῶν δαμοτᾶν τᾶι γινομέναι κατ’ ἐνιαυτὸν | |
[ὅ] τε ἱερεὺς καὶ τοὶ ἱεροποιοὶ συντελῶντι τὰ̣[ς] | |
15 | θυσίας κατὰ τὰν ἱερὰν διαγραφάν, τοῖς τε [ἄλ]- |
λοις ἱερεῦσι καὶ ἱερείαι τοί ἐντι δαμοτε[λεῖς] | |
καὶ ἐς τα[ῦ]τ̣[α] αὑτοὺς ἐπέδωκαν ὅπως Λ#⁷[— —] | |
[— — — — — — — — — — — — —]ΤΛΙ[—]#⁷Ε̣[— — —] |